1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

46

κακά; εἰ δέ τι μέλλοι χρηστὸν αὐτῷ συμβαίνειν μετὰ τὴν τελευτήν, τοῦτο δὴ οὔτε οἶδεν οὔτε εἴσεται, ἀλλ' ὅτι μόνον αἱ σάρκες αὐτοῦ ἤλγησαν καὶ ἡ ψυχὴ αὐτοῦ ἐπ' αὐτῷ ἐπένθησεν.»

15,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 15,2a τίνα ἄρα σοφὸς

ἀπόκρισιν δώσει συνέσεως πνεύματος; 2b ἐμπλήσει δὲ πόνον γαστρὸς 15,3a ἐλέγχων με ἐν ῥήμασι κενοῖς, 3b ἐν λόγοις οἷς οὐδὲν ὄφελος. τὸ πάντων δεινότατον τοῦτό ἐστιν, ὅτι ἐν προσχήματι λόγων εὐσεβῶν καὶ τάξει παραμυθίας ὥπλισεν αὐτοὺς ὁ διάβολος τιτρώσκειν αὐτόν. καὶ ὅρα, πῶς καταφορικῶς κέχρηνται τῷ λόγῳ εἰς ἄνοιαν αὐτὸν σκώπτοντες. ἐπειδὴ γὰρ εἶπεν, ὅτι καὶ ἐμοὶ καρδία ἐστι καὶ οὐ μεθ' ὑμῶν τελευτήσει σοφία καὶ ἐγὼ ἐπίσταμαι καί γε 117 νεώτερος ὑμῶν οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν, ἀπὸ τούτων εὐθέως αὐτὸν βάλλει τῶν ῥημάτων καί φησιν· τίνα ἄρα σοφὸς λόγον δώσει συνέσεως πνεύματος; «ἰδού», φησίν, «ὁ σοφὸς καὶ λέγων πάντα εἰδέναι οἷα ἀποκρίνεται.» ἐνέπλησε δὲ πόνον γαστρός. τουτέστιν· «πρὸς παραμυθίαν αὐτῷ τὰ ῥήματα εἴρηται καὶ πάθους γέμει. οὐδὲν ὑγιὲς ἔχει», φησίν, «ἡ δικαιολογία αὕτη· ἀδιάκριτα πάντα», φησίν, «καὶ τολμηρά, καὶ σὺ σαυτῷ περιπαρῆναι δυνήσῃ.» ὁρᾷς, πῶς ἐστι φιλότιμος καὶ πρὸς τί ἵσταται; ἐπειδὴ γὰρ εἶπεν· οὐ μεθ' ὑμῶν τελευτήσει σοφία, τοῦτο βούλεται ἀντιστρέψαι καὶ δεῖξαι, ὅτι οὐδὲν πλέον οἶδεν αὐτῶν. 15,4a ὅτι καὶ σύ, φησίν, ἀπεποιήσω φόβον, 4b συνετελέσω ῥήματα τοιαῦτα ἐναντίον κυρίου, 15,5a ὅτι ἔνοχος εἶ ῥήμασι στόματός σου 5b καὶ οὐ διέκρινας ῥήματα δυναστῶν. 15,6a ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, 6b τὰ δὲ χείλη σου καταμαρτυρήσει σου. 15,7a τί γάρ; φησίν, μὴ πρῶτος ἄνθρωπος ἐγεννήθης, 7b ἢ πρὸ θινῶν ἐπάγης; 15,8a ἢ σύνταγμα κυρίου ἀκήκοας, 8b ἢ εἰς σὲ ἀφίκετο σοφία; 15,9a τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν; 9b ἢ τί συνίεις, ὃ οὐχὶ καὶ ἡμεῖς; 15,10a καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν 10b βαρύτερος τοῦ πατρός σου ἡμέραις. 15,11a ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι, 11b μεγάλως ὑπερβαλλόντως λελάληκας. μονονουχὶ λέγων· «μὴ γὰρ δὴ πρὸ πάντων αὐτὸς εἶ, ἵνα ἀπὸ τοῦ χρόνου τοῦ μακροῦ μάθῃς. ἢ παρὰ τοῦ θεοῦ τι ἀκήκοας; οὐδὲν ἡμῶν πλεονάζεις κατὰ τὸ εἰδέναι, ἐπειδὴ εἶπες, ὅτι ἐν μακρῷ χρόνῳ σοφία εὑρίσκεται· οὐκοῦν ἑάλως. οὐ γὰρ δὴ σὺ μακροῦ χρόνου εἶ οὐδὲ πρὸ τοῦ κόσμου γέγονας.» ἀλλ' ἐκεῖνος εἶπεν, ἐπειδὴ οὗτοι μέγα ἐφρόνουν. 118 ὀλίγα, φησίν, ὧν ἡμάρτηκας μεμαστίγωσαι. ἐπειδὴ ἐκεῖνος εἶπεν· 118 τίνες εἰσὶν αἱ ἀνομίαι μου, δίδαξόν με, οὗτος ἐξ ἄλλης ὑπερβολῆς φησιν· «οὐδὲ τὸ πολλοστὸν μέρος ἀπέτισας.» εἶτα πάλιν ἁπλῶς μάχεται. μὴ γὰρ εἶπεν, ὅτι «ἄμεμπτός εἰμι παρὰ τῷ θεῷ»; καὶ μὴν λέγει, ὅτι «τὰς ἀνομίας μου κατέγραψας», ὅτι «τὰς ἁμαρτίας μου ἐν μνήμῃ ἔλαβες». 15,12a τί ἐτόλμησεν, φησίν, ἡ καρδία σου, 12b ἢ τί ὑπήνεγκαν οἱ ὀφθαλμοί σου, 15,13a ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου, 13b ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα; 15,14a τίς γὰρ ὢν βροτὸς ἔσται ἄμεμπτος 14b ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός; 15,15a εἰ κατὰ ἁγίων οὐ πιστεύει, μέμψις. 15b οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ, ἄστρα δὲ οὐκ ἄμεμπτα. εἶτά φησιν· 15,16a ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος 16b ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ. ὁρᾷς, πῶς αὐτὸν ἔπληττεν, πῶς κατὰ φύσιν δείκνυσι τὴν κακίαν οὖσαν; 15,17a ἀναγγελῶ οὖν σοι, σὺ δὲ ἄκουέ μου· 17b ἃ δὴ ἑώρακα, ἀναγγελῶ σοι, 15,18a ἃ σοφοὶ ἀναγγελοῦσι 18b καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν. 15,19a αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, 19b καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς. 15,20a πᾶς ὁ βίος ἀσεβῶν ἐν φροντίδι, 20b ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ, 15,21a ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ. 21b ὅταν δοκῇ ἤδη εἰρηνεῦσαι, 21c τότε ἥξει ἡ καταστροφὴ αὐτοῦ. 15,22a μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· 22b ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, 22c καταπίπτει δὲ εἰς ἐξάλειψιν 15,23a καὶ κατατέτακται εἰς σῖτα γυψίν. 23b οἶδεν δὲ ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα. ἐπειδὴ εἶπεν· ἐν μακρῷ χρόνῳ σοφία εὑρίσκεται, «ἃ εἶπον», φησίν, «οἱ