46
οὐδὲν αὐτῷ τούτου προτιμότερον ἦν. Τοῦτο δὲ οὐ τῶν παίδων τὴν ἀρετὴν δείκνυσι μόνον, ἀλλὰ καὶ τὴν τοῦ πατρὸς φιλοστοργίαν. Ὅταν οὖν καὶ πατὴρ ἦν, καὶ οὕτω φιλόστοργος, μὴ τὸν ἀπὸ τῆς φύσεως πόθον ἐνδεικνύμενος μόνον, ἀλλὰ καὶ τὸν ἀπὸ τῆς εὐλαβείας, ἀλλὰ καὶ οἱ ἀπελθόντες οὕτως ἐνάρετοι, τριπλῆ γίνεται τῆς ἀθυμίας ἡ πυρά. Πάλιν, ὅταν κατὰ μέρος ἀναρπάζωνται, ἔχει τινὰ παραμυθίαν τὸ πάθος· οἱ γὰρ ἐπιλειπόμενοι τὴν ἐπὶ τοῖς ἀπελθοῦσι συσκιάζουσιν ἀθυμίαν· ὅταν δὲ ὁλόκληρος ὁ χορὸς ἀπέλθῃ, πρὸς τίνα δυνήσεται ἰδεῖν ὁ πολύπαις ἀθρόον ἄπαις γενόμενος; Μετὰ τούτων πάλιν ἔστι καὶ πέμπτην εἰπεῖν πληγήν. Ποίαν δὴ ταύτην; τὸ ἀθρόον αὐτοὺς ἀναρπασθῆναι πάντας. Εἰ γὰρ ἐν τρισὶν, ἢ πέντε ἡμέραις ἀπελθόντων τινῶν, αἱ γυναῖκες καὶ οἱ προσήκοντες ἅπαντες τοῦτο μάλιστα πάντων ὀλοφύρονται, ὅτι ταχέως καὶ ἐξαίφνης ἀνηρπάγη τῆς ἐκείνων ὄψεως ὁ τετελευτηκώς· πολλῷ μᾶλλον οὗτος ἂν ἤλγησεν οὐκ ἐν ἡμέραις τρισὶ καὶ δυσὶ καὶ μιᾷ, ἀλλ' ἐν ὥρᾳ μιᾷ πάντας οὕτως ἀφαιρεθείς. Τὸ μὲν γὰρ μελετηθὲν τῷ χρόνῳ δεινὸν, κἂν σφόδρα ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ κοῦφον ἂν γένοιτο ῥᾳδίως· τὸ δὲ παρ' ἐλπίδα συμβὰν καὶ ἐξαίφνης ἀφόρητον γίνεται. Ὅταν οὖν τι καθ' ἑαυτὸ χαλεπὸν ᾖ, καὶ τὴν ἐκ τοῦ παρ' ἐλπίδα συμβῆναι λαμβάνῃ προσθήκην, ἐννόησον πῶς ἀφόρητον γίνεται, καὶ πάντα ὑπερβαίνει λόγον. Βούλει καὶ ἕκτην ἀκοῦσαι πληγήν; Ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει πάντας ἀπώλεσεν. Ἴστε δὲ ὅπως οἱ ἄωροι δάκνουσι θάνατοι, καὶ ποικίλον ποιοῦσι τὸ πένθος. Οὗτος δὲ οὐκ ἄωρος μόνον ἦν, ἀλλὰ καὶ βίαιος, ὡς εἶναι καὶ ταύτην ἑβδόμην πληγήν· οὐ γὰρ ἐπὶ κλίνης εἶδεν αὐτοὺς ἀποπνέοντας καὶ ψυχοῤῥαγοῦντας, ἀλλὰ τῇ οἰκίᾳ καταχωσθέντας ἅπαντας. Ἐννόησον τοίνυν, τίς ἦν ἀνορύττων ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων παιδίου, καὶ χεῖρα ὁρῶν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν ἑτέραν ἐπικειμένην τῷ πίνακι, καὶ αὐτὸν τοῦ σώματος διεφθαρμένον τὸν τύπον, ῥινὸς συντριβείσης, κεφαλῆς διαθλασθείσης, ὀφθαλμῶν ἀφανισθέντων, ἐγκεφάλου διεσπαρμένου, πάσης ἁπλῶς τῆς μορφῆς διεφθαρμένης, καὶ τῆς τῶν τραυμάτων ποικιλίας οὐκ ἀφιείσης τὸν πατέρα τῶν ποθουμένων ὄψεων ἐπιγνῶναι τὸν τύπον. Συνεχύθητε ταῦτα ἀκούοντες, καὶ δακρύετε· ἐννοήσατε τοίνυν, τίς ἦν ἐκεῖνος ταῦτα ὁρῶν. Εἰ γὰρ ἡμεῖς μετὰ τοσοῦτον χρόνον οὐ δυνάμεθα ἀδακρυτὶ τῆς τραγῳδίας ἐκείνης τὴν ἀκοὴν ἐνεγκεῖν, καὶ ταῦτα ἀλλοτρίας ἀκούοντες συμφορὰς, τίς ἦν ὁ ἀδάμας ἐκεῖνος θέᾳ ταῦτα παραλαμβάνων, οὐκ ἐν ἀλλοτρίοις, ἀλλ' ἐν οἰκείοις φιλοσοφῶν κακοῖς; Οὐδὲ γὰρ ἀπεδυσπέτησεν, οὐδὲ τοιοῦτον οὐδὲν εἶπε· Τί ποτε τοῦτό ἐστιν; αὕτη μοι τῆς φιλοφροσύνης ἡ ἀμοιβή; διὰ 48.1024 τοῦτο τοῖς ξένοις ἀνέῳξα τὴν οἰκίαν, ἵνα τάφον τῶν παίδων γινομένην αὐτὴν ἐπίδω; διὰ τοῦτο πᾶσαν περὶ αὐτοὺς ἀρετὴν ἐπεδειξάμην, ἵνα τοιοῦτον ὑπομείνωσι θάνατον; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλ' ἔφερε πάντα γενναίως καὶ μετὰ τοσαύτην ἐπιμέλειαν αὐτῶν ἀφαιρεθείς. Καθάπερ γὰρ ἄριστος ἀνδριαντοποιὸς χρυσοῦς διαπλάττων ἀνδριάντας, μετὰ πολλῆς καλλωπίζει τῆς ἀκριβείας· οὕτω καὶ αὐτὸς τὰς ἐκείνων ἐῤῥύθμιζε ψυχὰς διαπλάττων, κατακοσμῶν. Καὶ καθάπερ τις γεωργὸς φιλόπονος στελέχη φοινίκων ἢ ἐλαιῶν ἄρδων, τειχίζων, περιφράττων, παντὶ θεραπεύων τρόπῳ διατελεῖ· οὕτω καὶ οὗτος οὐ διελίμπανε, καθάπερ ἐλαίαν τινὰ κατάκαρπον, τὴν ἑκάστου ψυχὴν εἰς πλείονα ἀρετῆς αὔξων ἐπίδοσιν. Ἀλλ' εἶδε στελέχη τῇ τοῦ πονηροῦ πνεύματος προσβολῇ ἀνασπασθέντα, καὶ ἐπὶ γῆς ἐκταθέντα, καὶ τὸν ἐλεεινὸν τῆς τελευτῆς ὑπομείναντα τρόπον, καὶ οὐδὲν βλάσφημον ἐφθέγξατο, ἀλλὰ καὶ εὐχαρίστησε, καιρίαν δοὺς τῷ διαβόλῳ τὴν πληγήν. εʹ. Εἰ δὲ λέγοις, ὅτι πολλοὺς εἶχεν οὗτος υἱοὺς, ἄλλος δὲ πολλάκις ἕνα μονογενῆ ἔχων ἀπώλεσε, καὶ οὐκ ἴσον τὸ πένθος, καλῶς λέγεις, κἀγώ σοί φημι ὅτι οὐκ ἴσον τὸ πένθος, ἀλλὰ πολλῷ μεῖζον τὸ τοῦ Ἰώβ. Τί γὰρ αὐτῷ τῆς πολυπαιδίας ὄφελος; Τρανοτέραν αὐτῷ τὴν συμφορὰν ἐποίησε καὶ πικροτέραν τὴν ὀδύνην τὸ ἐν πλείοσι σώμασι τὸ τραῦμα δέξασθαι. Εἰ δὲ βούλει καὶ ἕτερον ἰδεῖν ἅγιον μονογενῆ