47
ΕΡΩΤΗΣΙΣ ΣΚ∆ʹ. Εἰ καὶ νῦν οἱ μὲν ἀπὸ τῆς πρώτης ὥρας ἐργά ζονται, οἱ δὲ ἀπὸ τῆς ἑνδεκάτης, καὶ τίνες εἰσὶν οὗτοι. ΑΠΟΚΡΙΣΙΣ. Τάχα γνωριμώτατόν ἐστι τοῦτο τοῖς πᾶσιν ἐκ τῶν ἐν τῇ θεοπνεύστῳ Γραφῇ ἱστορουμένων ὅτι πολλοὶ μέν εἰσι, κατὰ τὴν τοῦ Ἀποστόλου μαρτυρίαν, ἀπὸ 31.1232 βρέφους τὰ ἱερὰ γράμματα μανθάνοντες· πολλοὶ δὲ οἱ κατὰ τὸν Κορνήλιον, τοῖς μὲν φυσικοῖς κινή μασιν ὑγιῶς χρώμενοι, εἰς δὲ τὴν κατ' ἐπιστήμην τελειότητα βραδύνοντες, διὰ τὴν ἀπόλειψιν τῶν δι δασκόντων. Πῶς γὰρ πιστεύσουσι, φησὶν, ἐὰν μὴ ἀκούσωσιν; Ἐὰν οὖν συμβῇ τινας εἶναι, κατὰ τὸν Κορνήλιον, περὶ μηδὲν μὲν κακὸν ἀσχο λουμένους, ἐν δὲ ἐπιθυμίᾳ τῆς τελειότητος τὰ δυ νατὰ καὶ εἰς γνῶσιν ἥκοντα καλὰ γνησίως ἐπιδει κνυμένους, τούτοις ὁ Θεὸς χαρίζεται ἃ καὶ τῷ Κορνηλίῳ, μὴ τούτοις λογισάμενος τὸν παρελθόντα χρόνον τῆς ἀργίας εἰς ἔγκλημα, ἐπεὶ μὴ παρὰ τὴν αὐτῶν αἰτίαν, ὡς εἶπον, ἐγένετο· τῇ δὲ ἐπιθυμίᾳ ἀρκούμενος, τῇ φανερωθείσῃ διὰ τῶν κατὰ καιρὸν σπουδαζομένων, καὶ ἐπὶ τέλει ἐπιμελέστερον κατορ θουμένων.
ΕΡΩΤΗΣΙΣ ΣΚΕʹ. Τοῦ Κυρίου εἰπόντος· «Ὅπου ἐὰν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν·» πῶς τούτου καταξιωθῆναι δυνηθῶμεν. ΑΠΟΚΡΙΣΙΣ. Οἱ εἰς τὸ ὄνομά τινος συναχθέντες, πάντως ὀφείλουσιν εἰδέναι τὸν σκοπὸν τοῦ συναγαγόντος, καὶ πρὸς αὐτὸν ἑαυτοὺς καταρτίζειν, ἵνα εὐαρεστή σεως χάριν εὕρωσι, καὶ μὴ κακίας ἢ ἀμελείας κρίματι ὑποπέσωσιν. Ὥσπερ γὰρ οἱ κληθέντες ὑπό τινος, εἰ μὲν σκοπὸς τοῦ θερίσαι πρόκειται τῷ κα λέσαντι, πρὸς αὐτὸ ἑαυτοὺς παρασκευάζουσιν· εἰ δὲ σκοπὸς τοῦ οἰκοδομῆσαι, πρὸς τὴν οἰκοδομὴν εὐτρεπίζονται· οὕτως οἱ κληθέντες ὑπὸ τοῦ Κυρίου μνημονεύειν ὀφείλομεν τοῦ Ἀποστόλου λέγοντος· Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθητε, μετὰ πά σης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μα κροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπου δάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Ἓν σῶμα, καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. Σαφέστερον δὲ ἡμῖν παρίστησιν ὁ Κύριος τὸ πᾶν διὰ τῆς πρὸς ἕνα ἐπαγγελίας εἰπών· Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐ τὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσο μεν. Ὡς οὖν γίνεται παρὰ τούτῳ ἡ μονὴ ἐκ τῆς τη ρήσεως τῶν ἐντολῶν, οὕτω καὶ τῶν δύο ἢ τριῶν ἐν μέσῳ ἐστὶν, ἐὰν πρὸς τὸ θέλημα αὐτοῦ καταρτισθῶ σιν. Οἱ δὲ μὴ ἀξίως τῆς κλήσεως, μηδὲ πρὸς τὸ θέ λημα τοῦ Κυρίου συνηγμένοι, κἂν ἐπὶ τὸ αὐτὸ συνῆχθαι ἐν ὀνόματι Κυρίου δοκῶσιν, ἀκούουσι· Τί με καλεῖτε, Κύριε, Κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; 31.1233 ΕΡΩΤΗΣΙΣ ΣΚʹ. Τοῦ Ἀποστόλου λέγοντος· «Λοιδορούμενοι εὐλο γοῦμεν, βλασφημούμενοι παρακαλοῦμεν·» πῶς ὀφείλει εὐλογεῖν ὁ λοιδορούμενος, ἢ τί παρα καλεῖν ὁ βλασφημούμενος. ΑΠΟΚΡΙΣΙΣ. Καθόλου νομίζω τὸν Ἀπόστολον ἐνταῦθα διδάσκειν ἡμᾶς ἀπὸ τῶν καθ' ἑαυτὸν, ἀνεξικακίᾳ χρῆσθαι πρὸς πάντας, καὶ ἀγαθοῖς ἀμείβεσθαι τοὺς πονη ρευομένους· ὡς μὴ μόνον ἐπὶ τοῦ λοιδοροῦντος γίνε σθαι τὸ τοιοῦτον, ἀλλὰ καὶ ἐπὶ παντὸς πονηρευομένου, πληροῦντας τὸ εἰρημένον· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τὸ δὲ παρακα λεῖν οἶδεν ἡ Γραφὴ τιθέναι, οὐ κατὰ τὴν χρῆσιν τῆς συνηθείας, ἀλλὰ πρὸς τὸ συμβιβάζειν τὴν καρδίαν εἰς πληροφορίαν τῆς ἀληθείας, ὡς ἐν τῷ, Παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Καὶ ὁ Ἀπόστολος δέ φησιν· Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ· καὶ ἀλλαχοῦ· Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου. ΕΡΩΤΗΣΙΣ ΣΚΖʹ Εἰ χρὴ ἕκαστον ἀνατίθεσθαι καὶ ἑτέροις ἃ φρονεῖ, ἢ ἐν πληροφορίᾳ τοῦ ἀρέσκειν τῷ Θεῷ τὸ γενό μενον, παρ' ἑαυτῷ κατέχειν. ΑΠΟΚΡΙΣΙΣ. Μεμνημένοι τῆς τοῦ Θεοῦ ἀποφάσεως,