47
τουτέστιν ἐπαινετὰ περὶ αὐτῶν λέγοντες. "οὗτος" οὖν "παρὰ κυρίου λήμψεται". παραπλήσιον ἐν ταῖς παροιμίαις φέρεται· "εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου". οὐχ ἑαυτῷ τὴν εὐλογίαν ὁ δίκαιος ἐπισπᾶται, οὐκ ἄνθρωποι αὐτὴν αὐτῷ νέμουσιν, ἀλλὰ κυρίου ἐστὶν ἡ εὐλογία ἐπὶ τὸν νοῦν αὐτοῦ καλούμενον ἀλληγορικῶς κεφαλήν. 5 καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ. κἂν γὰρ ἔχῃ τις ἔργα τὰ φέροντα τὴν εὐλογίαν, ἐπεὶ μείζω ἐστὶν τῶν πραχθέντων ἡ εὐλογία, ὑπὲρ ἃ φρονοῦμεν δὲ καὶ ποιοῦμεν ὁ θεὸς χαρίζεται, διὰ τοῦτο καὶ ἐλεημοσύνης τῆς παρ' αὐτοῦ χρῄζει. καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ 6 αὕτη ἡ γενεὰ ζητούντων αὐτόν. ἐπεὶ ἑνικῶς τὸ πύσμα γίνεται· "τίς ἀναβήσεται καὶ τίς στήσεται"; καὶ ἡ ἀπόκρισις ὡς περὶ ἑνός· "ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ", οὐχ εἷς δέ ἐστιν μόνος ὁ πεφυκὼς τὴν ἀρετὴν κατορθοῖν, εὐθέως ἐπιφέρει· "αὕτη ἡ γενεὰ ζητούντων αὐτόν", γενεὰν λέγων πάντας τοὺς τῶν αὐτῶν κατορθωμάτων καὶ ἀρετῶν ἐνγεγενημένους. καὶ λύεται ἡμῖν εὐανγελικὸν ῥητὸν ἐκ τῆς θεωρίας ταύτης· ὁ σωτὴρ λέγει· "πᾶν αἷμα δίκαιον ἐκκεχυμένον ἐπὶ τῆς γῆς ἐκδικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης". καὶ λέγει ὅτι "ἀπὸ Ἅβελ τοῦ δικαίου". ἐὰν τοὺς Ἰουδαίους δεικνὺς λέγῃ "ἀπὸ τῆς γενεᾶς ταύτης", οὐ δικαία ἡ ἐκδίκησις. ὁ Κάιν ἀπέκτεινεν τὸν Ἅβελ καὶ ἄλλοι ἄλλους πρὸ τῆς κλήσεως καὶ τῆς δόσεως τῆς χρονικῆς· ἀλλὰ λέγει ἀπὸ τῆς γενεᾶς τῆς τοιαύτης, ἀπὸ τῶν γεννωμένων διὰ τοιούτων ἔργων ἐκ τοῦ διαβόλου κατὰ τό· "ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν". αἱ δὲ ἐπιθυμίαι ποιοῦσιν τέκνον διαβόλου. πάλιν οἱ τὰς αὐτὰς ἐπιθυμίας ἔχοντες μία γενεά. ἐστὶν οὕτω καὶ τό· "γενεὰ εὐθείων εὐλογηθήσεται". 6 ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. πᾶς ὁ εὐχόμενος γνησίως ἐπιφάνειαν θεοῦ εὔχεται λαβεῖν, καὶ τοῦτό ἐστιν τὸ ζητεῖν τὸ πρόσωπον τοῦ θεοῦ. εὐχὴν γοῦν ἀναπέμπουσιν οἱ ἅγιοι λέγοντες· "ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα". δυνατὸν δὲ καὶ τοῦτο ὅτι· ἐλάβομεν τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ "εἰς τὴν μίαν τῶν σαββάτων", ἐλέγομεν δὲ τὴν ἀνάστασιν τοῦ σωτῆρος τὴν κυριακὴν καλουμένην ὁτὲ μὲν ὀγδοάδα ὁτὲ δὲ μίαν σαββάτου κατὰ διαφόρους ἐπινοίας. "ζητοῦσιν τὸ πρόσωπον" τοῦ μέλλοντος ἐπιδημῆσαι ἀκούσαντες ὅτι "κλίνας οὐρανὸν καταβήσεται", ὅτι "σωτὴρ παραγίνεται"· οἱ κήρυκες γὰρ τῆς ἀληθείας οἱ προτρέχοντες τοῦ 71 ἐπιδημοῦντος ἀκούουσιν· "εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ παραγίνεταί σοι σωτήρ", καί· "εἰπὸν ταῖς πόλεσιν Ἰούδα· ἰδοὺ ὁ θεὸς ἡμῶν μετὰ ἰσχύος ἔρχεται", τοῦ πτερνίζοντος τὴν κακίαν, ἵνα μάθωμεν ὑπ' αὐτοῦ πατεῖν τοὺς ἀντιπάλους, τοὺς ἐνεργοῦντας τὴν κακίαν, "τὸν ἐνεργοῦντα ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας". τέλος ἀπολαβούσης τῆς οἰκονομίας-"ἔτι" γὰρ "λαλοῦντός σου ἐρεῖ· πάρειμι"- εὐθέως ἡ ἄνοδος τοῦ σωτῆρος ἡ μετὰ τὴν ἐπιδημίαν σημαίνεται· διαψάλας γὰρ ὁ λόγος λέγει· "ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν". οἱ ὑμῶν ἄρχοντες, ἄρατε τὰς πύλας. ἢ οὕτως· τὰς ὑμῶν πύλας, οἱ ἄρχοντες, ἄρατε, ὧν ἐπιστατεῖτε, ἃς φυλάττετε. "καὶ ἐπάρθητε, πύλαι αἰώνιοι". τὸ μέγεθος τοῦ μέλλοντος ἀνιέναι καὶ εἰσιέναι διὰ τῶν πυλῶν παριστὰς ὁ λόγος λέγει· "καὶ ἐπάρθητε". ὧδε μένουσαι οὐ χωρεῖτε αὐτοῦ τὴν ἔπαρσιν. δύναται καὶ τὸ ἆραι καὶ ἐπᾶραι σημαίνειν καὶ τὸ ἐκ μέσου αὐτὰς ποιῆσαι· οὐ γὰρ εἰσόδου χρῄζει ὁ τηλικοῦτός που βασιλεὺς ὤν. καὶ πάλιν· "καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης". οἱ προτρέχοντες ἄγγελοι τὸν σωτῆρα ἀναλαμβανόμενον ταῦτα λέγουσιν πρὸς τὰς ἄνω δυνάμεις, πρὸς τὰς διαιρούσας τὰς πύλας τὰς οὐρανίους. εἶτα πυνθάνονται ἐκεῖνοι· "τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης", ὃν προαγγέλλετε ἐπελεύσεσθαι, ᾧ δεῖ ἆραι τὰς πύλας καὶ ἐπᾶραι τὰς αἰωνίους-οὐ τὰς προσκαίρους-, τὰς ἀθανασίας; ἐγγὺς τούτῳ ὅμοιόν ἐστιν τὸ ἐν Ἰσαίᾳ οὕτω φερόμενον· "τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδέμ, ἐρύθρημα ἱματίων ἐκ