1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

47

σημαίνεται. ὡς γὰρ αὕτη ἐπαμφοτερίζοντος ἐκείνου τοῦ 5.139 ξύλου ἐστὶ καρπός, ὃν καλὸν καὶ πονηρὸν ὀνομάζει ὁ λόγος, καλὸν μὲν διὰ τὸ κεκαλύφθαι τὴν ἁμαρτίαν τῷ τῆς ἡδονῆς δελεάσματι, ἣν ἀντὶ καλοῦ μετέρχονται οἱ τοῦ σώματος φίλοι· πονηρὸν δὲ πάλιν, ὅτι εἰς πικρὸν καταλήγει πέρας τὸ νῦν ὡς καλὸν σπουδαζόμενον· οὕτως ἔστιν ἑκατέρας φύσεως, ἵππου τε καὶ ὄνου, τὰ σύμβολα περὶ τὸ ὑποκείμενον ζῷον ἰδεῖν· ὡς εἶναι τὴν ἡμίονον τὸ αὐτὸ καὶ ἵππον καὶ ὄνον οὐ διῃρημένως ἑκάτερον, ἀλλ' ἐν ἑνὶ τὰ δύο, τῆς διπλῆς τῶν ζῴων φύσεως πρὸς τὴν τοῦ καινοῦ τούτου ζῴου ἀπεργα σίαν κατακραθείσης. ὅταν τοίνυν μηνυτὴς γένηται τῷ τυράννῳ τῆς παρὰ τῷ ἱερεῖ διαγωγῆς ἡμῶν ὁ ἀλλόφυλος ἐκεῖνος, ὃν ἐνοήσαμεν, εἶτα ἡμεῖς τὸν ἐν κακίᾳ καυχώμενον καὶ ἐν ἀνομίᾳ κεκτημένον τὴν δύναμιν, διὰ τῆς θείας συμμαχίας καθέλωμέν τε τῆς δυναστείας καὶ προθέλυμνον αὐτὸν ἐκ τῆς γῆς τῶν ζώντων ἀναρριζώσωμεν, ἐλαία γενόμενοι τῷ πλήθει τῶν καρπῶν ἀγαλλομένη καὶ βρίθουσα, καὶ διὰ τῆς εἰς θεὸν ἐλπίδος δυναμωθέντες χορεύσωμεν κατὰ τοῦ ἡττηθέντος τὰ ἐπινίκια· τότε κατὰ λόγον τοῖς ὑψηλοτέροις προσβαίνομεν, ὄντως κατὰ τὴν ἐν τῷ Ἄισματι φωνήν, ὄρη διαπηδῶντες καὶ βουνοῖς ἐφαλλόμενοι. Τί οὖν ἐστι τοῦτο τὸ ὄρος, ἐφ' ὃ νῦν ὁ λόγος ἐκ τοῦ προτέρου ὄρους τῶν νοημάτων μεθάλλεται; ἄλλη νίκη πάλιν καὶ ἄλλοι ἐπὶ τῇ νίκῃ ὕμνοι οἱ διὰ συνέσεως τῷ ∆αβὶδ κατορθούμενοι οἱ δὲ κινοῦντες τοὺς ἀγῶνάς εἰσιν οὐκέτι ἡμιόνων ἀγέλη, ἀλλὰ Ζιφαίων ἔθνος. οἱ τοῖς στενοῖς τῆς αὐχμώδους διαβάσεως προσκαθήμενοι, ὅταν κωλῦσαι τὴν διὰ τοῦ στενοῦ πορείαν ἡμῶν ἀδυνατήσωσιν, τότε πάλιν πρὸς τὸν Σαοὺλ ἀνατρέχουσιν 5.140 τὸν ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν λυπούμενον· Εἰς τὸ τέλος γάρ, φησίν, συνέσεως ἐν ὕμνοις τῷ ∆αβίδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαοὺλ Ἰδοὺ ∆αβὶδ κέκρυπται παρ' ἡμῖν. πάντως δὲ ὁ τὴν ἱστορίαν οὐκ ἀγνοῶν οἶδεν στενόν τινα καὶ αὐχμώδη τόπον ἐν τῷ μέρει τούτῳ μνημονευόμενον. διὰ δὲ τῆς ἀπεστενωμένης διόδου τὴν εὐαγγελικὴν ἐκείνην τῆς βασιλείας ὁδὸν ἐνοήσαμεν, ἣν κωλύουσι μὲν οἱ Ζιφαῖοι, τοῦτ' ἔστιν τὸ ἀλλόφυλον τῶν δαιμόνων ἔθνος, οἱ ὑπηρέται τῆς ἀντικειμένης δυνάμεως· εὑρίσκουσιν δὲ οἱ ὀλίγοι οἱ τὴν πλατεῖαν ἀποστρεφόμενοι. ἔχει δὲ ἡ λέξις τῆς ἱστορίας οὕτως· Οὐκ ἰδοὺ ∆αβὶδ κέκρυπται ἐν Μασερᾶ παρ' ἡμῖν ἐν τοῖς στενοῖς ἐν τῷ βουνῷ; ἀληθῶς γὰρ τῇ στενῇ ταύτῃ οἱ κατὰ θεὸν ζῶντες ἐναποκρύπτονται. δείκνυσι δὲ ταύτην ἡμῖν τὴν ὁδὸν ἡ καινὴ διαθήκη, δι' ἧς ἔστι πρὸς τὴν ἀκροτάτην τοῦ ὄρους κορυφὴν ἀνελθεῖν, ἣν βουνὸν ὀνομάζει ὁ λόγος τῆς ἱστορίας. ὅταν οὖν τὴν στενὴν ἐκείνην ὁδὸν ἀνεμποδίστως παρέλθωμεν, Ζιφαῖοι τῷ τυράννῳ τὴν σωτηρίαν ἡμῶν καταμηνύουσιν. ἡμεῖς δὲ τῷ ὀνόματι τοῦ σεσωκότος τὴν δυναστείαν τῆς εἰς τὸ καλὸν κρίσεως ἡμῶν ἀνατίθεμεν λέγοντες· Ὁ θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. τὸ γὰρ γενόμενον ὡς προσδοκώμενον ὑπὸ τοῦ λόγου διεσχημάτισται, οὕτω τῆς γραφῆς τῆς κατὰ τὸν χρόνον ἀκριβείας ὑπερορώσης. καὶ γὰρ τὸ ἐσόμενον ἡ προφητεία πολλάκις ὡς παρῳχηκὸς διηγήσατο καὶ τὸ γεγονὸς ὡς προσδοκώμενον, ὡς καὶ ἐν ταύτῃ τῇ ψαλμῳδίᾳ κατὰ τὸ πέρας ἔστιν ἰδεῖν. οὐ γὰρ εἶπεν ὅτι ἐν τοῖς ἐχθροῖς μου ἐπόψεται ἀλλ' Ἐπεῖδεν ὁ ὀφθαλμός μου· δι' ὧν ταῦτα μανθάνομεν ὅτι τῷ θεῷ οὔτε τι μέλλει οὔτε τι παρῴχηκεν, ἀλλ' ἐν τῷ ἐνεστῶτι τὰ πάντα ἐστίν. ὥστε κἂν τοῦ παρῳχηκότος 5.141 κἂν τοῦ μέλλοντος περὶ τῆς θείας δυνάμεως ἔμφασίν τινα περιέχῃ τὰ ῥήματα, τοῦ ἐνεστῶτος οὐκ ἐξῆλθεν ἡ ἔννοια. λέγει τοίνυν πρὸς τὸν θεὸν ὁ τῆς αὐχμώδους τε καὶ στενῆς ἐπιβὰς καὶ φυγαδεύσας τὸ τῶν Ζιφαίων συγκρότημα, ὅτι ἐν τῷ σῷ ὀνόματι γέγονεν ἡμῖν ἡ σωτηρία καὶ ἐν τῇ δυνα στείᾳ σου ἡ ἐν τῷ καλῷ κρίσις τὴν ἰσχὺν ἔχει καὶ εἰς ἀεὶ ταῦτα γενήσεται. καὶ προσκαλεῖται ὑπὲρ τούτων τὴν θείαν ἀκοὴν πρὸς τὴν τῆς εὐχαριστίας ἀκρόασιν, λέγων τῶν ἀλλοτρίων τὴν ἐπανάστασιν καὶ τῶν ἐν κακίᾳ κραταιῶν τὴν τῆς ψυχῆς αὐτοῦ ζήτησιν, ὧν οὐ προηγεῖται ὁ θεός, ἀλλ' ὁ ἐκ τοῦ ἐναντίου νοούμενος. διὰ τοῦτο γάρ φησιν· ἐκεῖνοι μὲν οὐ προέθεντο