1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

47

παῖδα ἔχοντα, καὶ τὴν αὐτὴν ἢ καὶ πλείονα ἀνδρείαν ἐπιδειξάμενον, ἀναμνήσθητι τοῦ πατριάρχου Ἀβραὰμ, ὃς οὐκ εἶδε τὸν Ἰσαὰκ ἀποθανόντα, ἀλλ', ὃ πολλῷ πικρότερον ἦν καὶ ὀδυνηρότερον, αὐτὸς αὐτὸν κατασφάξαι ἐπετάττετο, καὶ οὐκ ἀντεῖπε πρὸς τὸ ἐπίταγμα, οὐδὲ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον· ∆ιὰ τοῦτό με πατέρα ἐποίησας, ἵνα παιδοκτόνον ἀπεργάσῃ; βέλτιον ἦν μὴ δοῦναι τὴν ἀρχὴν, ἢ δόντα τοιούτῳ τρόπῳ αὐτὸν ἀφελέσθαι. Βούλει λαβεῖν; τίνος ἕνεκεν κἀμὲ κατασφάξαι κελεύεις, καὶ τὴν δεξιὰν μιᾶναι τὴν ἐμαυτοῦ; Οὐκ ἀπὸ τούτου μοι τοῦ παιδίου τὴν οἰκουμένην ἐμπλῆσαι τῶν ἀπογόνων ὑπέσχου; πῶς οὖν τοὺς καρποὺς δίδως τὴν ῥίζαν ἀναιρῶν; πῶς δὲ ἀπογόνους ἐπαγγέλλῃ τὸν υἱὸν κατασφάττειν κελεύων; τίς ταῦτα εἶδε, τίς ταῦτα ἤκουσεν; Ἠπάτημαι, παρελογίσθην. Οὐδὲν τοιοῦτο οὐκ εἶπεν, οὐκ ἐνενόησεν, οὐκ ἀντεῖπε τῷ κελεύσαντι, οὐκ ἀπῄτησεν εὐθύνας, ἀλλὰ ἀκούσας· Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνάγαγε αὐτὸν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω, μετὰ τοσαύτης προθυμίας τὸ ἐπίταγμα ἐπλήρωσεν, ὡς καὶ πλείονα τῶν ἐπιταχθέντων ποιῆσαι. Καὶ γὰρ τὸ γύναιον ἔκρυψε, καὶ τοὺς παῖδας ἔλαθε κάτω μένειν ἀφεὶς, καὶ μόνον τὸ ἱερεῖον λαβὼν ἀνῄει· οὕτως οὐκ ἄκων, ἀλλὰ μετὰ προθυμίας πολλῆς τὸ κελευσθὲν ἔπραττεν. Ἐννόησον τοίνυν ἡλίκον ἦν, μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ, μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διαθερμαίνεται, καὶ σφοδρότερον τὸ φίλτρον γίνεται, καὶ τοῦτο οὐκ ἐν μιᾷ ἢ δυσὶν, ἀλλὰ καὶ ἐν πλείοσιν ἡμέραις. Τὸ μὲν γὰρ ταχέως ποιῆσαι τὸ ἐπιταχθὲν, θαυμαστὸν καὶ μέγα, ἀλλ' οὐχ οὕτω θαυμαστὸν ὡς 48.1025 τὸ διὰ πολλῶν ἡμερῶν βασανιζομένης αὐτοῦ καὶ 48.1025 γυμναζομένης τῆς ψυχῆς μηδὲν παθεῖν πρὸς τὸ παιδίον ἀνθρώπινον. ∆ιὰ γὰρ τοῦτο αὐτὸ καὶ μακρότερα σκάμματα ἐπέθηκεν ὁ Θεὸς, καὶ τὸ στάδιον ἐξέτεινεν, ἵνα ἀκριβέστερον ἴδῃς τὸν ἀθλητήν. Καὶ γὰρ ἦν ἀθλητὴς ὄντως, οὐκ ἀνθρώπῳ παλαίων, ἀλλ' αὐτῇ τῇ τῆς φύσεως τυραννίδι. Ποῖος λόγος παραστῆσαι δυνήσεται τὴν ἀνδρείαν; Ἀνήγαγε τὸ παιδίον, συνεπόδισε, τοῖς ξύλοις ἐπέθηκε, τὴν μάχαιραν ἥρπασεν, ἐπάγειν τὴν πληγὴν ἔμελλε. Πῶς εἴπω καὶ ποίῳ τρόπῳ, οὐκ ἔχω· μόνος αὐτὸς οἶδεν ὁ ταῦτα ἐργασάμενος· λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται, πῶς οὐκ ἐνάρκησεν ἡ χεὶρ, πῶς οὐκ ἐλύθη τῶν νεύρων ὁ τόνος, πῶς οὐ συνέχεεν αὐτὸν ἡ ποθουμένη τοῦ παιδίου ὄψις. Ἄξιον ἐνταῦθα θαυμάσαι καὶ τὸν Ἰσαάκ. Ὥσπερ γὰρ ἐκεῖνος τῷ Θεῷ, οὕτω καὶ οὗτος ἐπείθετο τῷ πατρί· καθάπερ ἐκεῖνος, τοῦ Θεοῦ κελεύοντος θῦσαι, οὐκ ἀπῄτησεν εὐθύνας· οὕτω καὶ οὗτος, τοῦ πατρὸς δεσμεύοντος καὶ ἀνάγοντος ἐπὶ τὸν βωμὸν, οὐκ εἶπε· Τίνος ἕνεκεν ταῦτα ποιεῖς; ἀλλ' ὑπέκειτο τῇ χειρὶ τῇ πατρικῇ. Καὶ ἦν ἰδεῖν πατέρα καὶ ἱερέα γινόμενον τὸν αὐτὸν, καὶ θυσίαν χωρὶς αἵματος ἀναφερομένην, ὁλοκαύτωμα χωρὶς πυρὸς, θανάτου καὶ ἀναστάσεως τύπον ἐπὶ τοῦ βωμοῦ γινόμενον. Καὶ γὰρ ἔσφαξε τὸν υἱὸν, καὶ οὐκ ἔσφαξεν· οὐκ ἔσφαξε χειρὶ, ἀλλὰ τῇ προθυμίᾳ. Ἐπεὶ καὶ ὁ Θεὸς διὰ τοῦτο ἐκέλευσεν, οὐχ αἵματος χύσιν βουλόμενος ἰδεῖν, ἀλλὰ προαίρεσίν σοι δεῖξαι θέλων, καὶ τὸν γενναῖον ἐκεῖνον ἐν μέσῳ τῆς οἰκουμένης ἀνακηρῦξαι πάσης, καὶ παιδεῦσαι τοὺς μετὰ ταῦτα πάντας, ὅτι καὶ παίδων, καὶ φύσεως, καὶ τῶν ὄντων ἁπάντων, καὶ αὐτῆς τῆς ψυχῆς τοῦ Θεοῦ τὰ προστάγματα προτιμᾷν χρή. Κατῄει τοίνυν ζῶντα λαβὼν μάρτυρα τὸν Ἰσαάκ. Τίνα οὖν ἕξομεν συγγνώμην, εἰπέ μοι, ποίαν δὲ ἀπολογίαν, εἰ τὸν γενναῖον ἐκεῖνον μετὰ τοσαύτης εἴδομεν προθυμίας τῷ Θεῷ πειθόμενον, καὶ πάντων αὐτῷ παραχωροῦντα, καὶ ἡμεῖς δυσχεραίνομεν; Μὴ δή μοι τὸ πένθος εἴπῃς, μηδὲ τὸ τῆς συμφορᾶς ἀφόρητον, ἀλλ' ἐκεῖνο σκόπησον, ὅτι καὶ τοῦ πένθους χαλεποῦ ὄντος ἀνώτερος ἦν. Ἱκανὸν ἦν τὸ ἐπιταχθὲν θορυβῆσαι αὐτοῦ τὸν λογισμὸν, καὶ εἰς ἀπορίαν αὐτὸν ἐμβαλεῖν, καὶ τὴν πίστιν ὑπορύξαι τὴν ἐν τοῖς παρελθοῦσι. Τίς γὰρ τῶν πολλῶν οὐκ ἂν ἐνόμιζεν ἀπάτην εἶναι τὰ εἰρημένα περὶ τοῦ πλήθους τῶν ἐγγόνων, ὧν αὐτῷ 48.1026 ἐπηγγείλατο; Ἀλλ' οὐχ ὁ Ἀβραάμ. Καὶ τὸν Ἰὼβδὲ τῆς ἐπὶ τῇ συμφορᾷ