1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

47

δηλώσομεν. Ἐπὶ δὲ τοῦ παρόντος τὸν καὶ κοινὰς καὶ ἰδίας τοῖς ἀνθρώποις δωρεὰς χορηγοῦντα, καὶ μυρίοις ὅσοις ἀγαθοῖς τὸ ἡμέτερον περικλύζοντα γένος, ὑμνήσω μεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Ηʹ. Ὅτι τοὺς εὖ φρονοῦντας οὐδὲ τὸ πονηροῖς δου λεύειν δεσπόταις λυμαίνεται. Μεγάλης μὲν, εὖ οἶδα σαφῶς, δεῖ καὶ γλώττης καὶ διανοίας, τῷ μεγάλην οὕτω λόγων ὑπόθεσιν ἀνα δέχεσθαι πειρωμένῳ· πέφυκε γάρ πως κινδυνεύειν ἐν τοῖς λόγοις τῶν πραγμάτων ἡ δόξα· τῇ γὰρ τού των ἀσθενείᾳ καὶ ῥώμῃ φιλοῦσι κρίνειν τὰ πράγμα τα, οἱ μὴ τῇ φύσει τούτων, ἀλλὰ τῇ δεινότητι τῶν λόγων προσέχειν ἐθέλοντες. Ἐγὼ δὲ τῇ τῆς ὑποθέ σεως δυνάμει θαῤῥήσας, οὐκ ἐμέτρησα ταύτῃ τὰ 83.688 τῆς ἐννοίας κυήματα, οὐδ' ἐλογισάμην τὰς μικρὰς αὐτῆς καὶ ἐξιτήλους ὠδῖνας, ἀλλ' ἐσκόπησα μόνον, ὡς δῆλόν ἐστι τοῖς εἰδέναι θέλουσι τῆς ἀληθείας τὸ φῶς, καθάπερ ἥλιος τοῖς ἐῤῥωμένοις τὰς ὄψεις. Καὶ μηδενὸς γὰρ συνηγοροῦντος, βοᾷ τοῦ Ποιητοῦ καὶ Σωτῆρος ἡμῶν ἡ πρόνοια. Οὐδὲν οὖν ἀπεικὸς δρᾷν ᾠήθην, οὐδὲ μέμψεως ἄξιον, παρασχὼν εἰς ὑπουργίαν τὴν γλῶτταν, τῇ πάντοθεν φερομένῃ φω νῇ, καὶ ταύτην ἐνηχῶν τοῖς βεβυσμένοις τῶν ἀχαρί στων ὠσίν. Ὅτι μὲν οὖν καὶ πενία καὶ πλοῦτος ἀναγκαῖα τῷ βίῳ καὶ χρήσιμα, καὶ δουλείαν δέ τινα καὶ δεσποτείαν, καθάπερ τινὰ φάρμακα, τοῖς ἕλκεσι τῆς ἁμαρτίας ὁ τῶν ψυχῶν προσήνεγκεν ἰατρὸς, τὴν θείαν χάριν συνεργὸν ἐσχηκότες, ἱκανῶς ἀπεδείξα μεν. Ὅτι δὲ οὐ λωβᾶται δουλεία τοῖς χρωμένοις, ἀλλὰ καὶ λίαν τοὺς βουλομένους εὐεργετεῖ, αὐτίκα, σὺν Θεῷ φάναι, δειχθήσεται· τοῦτο γὰρ χθὲς ἐρεῖν ὑπεσχόμεθα. ∆υνατὸν μὲν γὰρ τῷ βουλομένῳ, καὶ δίχα τῶν παλαιῶν παραδειγμάτων τοὺς συνδουλεύον τας ἐξετάσαι, καὶ θεωρῆσαι πολλοὺς ἀρετῆς φρον τιστὰς, καὶ τὴν δουλείαν εὐνοίᾳ κοσμοῦντας, καὶ τῆς μὲν ἀνάγκης οὐ δεομένους, γνώμῃ δὲ τὸ δέον ἐργαζομένους, καὶ τῶν δεσποτῶν τὴν θεραπείαν προαιρουμένους, καὶ τούτου χάριν καὶ ἐλευθερίας ἀξιουμένους, καὶ χρημάτων πολλῶν κυρίους γινομέ νους, καὶ τῆς καλῆς δουλείας τὰ ἐπίχειρα δρεπομέ νους. Οὐ παρέλκον δὲ ἴσως καὶ τῶν πάλαι δεδου λευκότων ὀλίγους εἰς μέσον παραγαγεῖν, καὶ γυμνῶ σαι τῆς εὐσεβείας τὸν θησαυρὸν, ὃν ἐκεῖνοι συνήγα γον, εἰς ἔλεγχον τῶν τὴν δουλείαν διαβάλλειν ἐπι χειρούντων, καὶ τῆς μείζονος βλασφημίας ταύτην ἀφορμὴν ποιουμένων, καὶ κατὰ τῆς τοῦ Θεοῦ προ νοίας ἐντεῦθεν ἀφιέναι τὰ βέλη τολμώντων. Παρίτω τοιγαροῦν πρῶτος ἁπάντων, ὁ πρῶτος Ἁβραὰμ τοῦ πατριάρχου θεράπων. Οὗτος τοίνυν, ἡνίκα γεγηρακὼς ὁ πατριάρχης ὤφθη, τῆς φύσεως τὸν ὅρον εἰδὼς, καὶ τοῦ βίου τὸ τέλος ὁρῶν, γῆρας γὰρ θανάτου προοίμιον, περὶ τοῦ υἱέος ἐνετέλλετο. καὶ φέρειν αὐτῷ γυναῖκα προσέταττεν ἐκ τῆς οἰκείας φυλῆς, καὶ φεύγειν τὴν τῶν Χαναναίων συγγέ νειαν παρηγγύα, ταῖς παλαιαῖς ἀραῖς καὶ εὐ λογίαις πιστεύων· τηνικαῦτα ὁ θαυμαστὸς οὗτος οἰ κέτης, πρῶτον μὲν ἀκριβῶς ἅπαντα βασανίζει τοῦ δεσπότου τὰ ῥήματα, καὶ τὸν προσφερόμενον δεδιὼς ὅρκον, καὶ τὸν τῶν ἁπάντων ἐπόπτην ὀῤῥωδῶν ὀφθαλμὸν, πυνθάνεται πρῶτον, εἰ δεῖ τὸν υἱὸν εἰς τὴν πατρῴαν ἀπαγαγεῖν οἰκίαν, τῆς γυναικὸς τὴν ἐκδημίαν παραιτουμένης. Τοῦ δὲ Ἀβραὰμ ἀπαγο ρεύσαντος, καὶ φήσαντος μὴ δεῖν ἀπάγειν, ἀλλὰ τῷ Θεῷ τῷ κεκληκότι θαῤῥεῖν, καὶ τοῖς ἐκείνου πηδα λίοις πιστεύειν, ἀπαίρει μὲν ὁ παῖς ἐκ τῆς δεσποτι κῆς οἰκίας, πολλοὺς δὲ σταθμοὺς ὁδεύσας, εἰς τὴν 83.689 Χαῤῥὰν ὀψὲ τῆς ἡμέρας παρεγένετο· καὶ τὰς μὲν καμήλους καθίζει, φάρμακον τῶν πόνων τὴν ἀνά παυλαν προσφέρων, αὐτὸς δὲ μακρὰ χαίρειν εἰπὼν οἷς ἐκόμιζε δώροις, καὶ πάσῃ τῇ τοῦ πλούτου περι φανείᾳ, εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνας, τὸν Θεὸν ἱκετεύει, προμνήστορα τοῦ τροφίμου γενέσθαι,