48
εἰπόν τος διὰ τοῦ προφήτου· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες· καὶ τοῦ Ἀπο στόλου λέγοντος· Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαραλλη θῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ· λογιζόμεθα ἀναγκαῖον εἶναι ἀνατίθε σθαι ἡμᾶς τοῖς ὁμοψύχοις, καὶ ἀπόδειξιν δεδω κόσι πίστεώς τε καὶ συνέσεως, ἵνα ἢ τὸ πεπλανημέ νον διορθωθῇ, ἢ τὸ ἠκριβωμένον βεβαιωθῇ, καὶ ἡμεῖς φύγωμεν τὸ προειρημένον κρῖμα, τὸ κατὰ τῶν ἑαυ τοῖς συνετῶν. ΕΡΩΤΗΣΙΣ ΣΚΗʹ. Εἰ ἐπὶ παντὶ πράγματι πληροφορεῖν χρὴ τὸ θέλημα τῶν σκανδαλιζομένων, ἢ ἔστι τινὰ, ἐφ' ὧν οὐ δεῖ προσποιεῖσθαι, κἄν τινες σκανδαλί ζωνται. ΑΠΟΚΡΙΣΙΣ. Σαφῆ τὴν ἐν τούτοις διαφορὰν ἐν τῷ ἰδίῳ τόπῳ ἐπερωτηθέντες ἐδηλώσαμεν, καὶ τὴν περὶ τούτου ἀκρίβειαν, ὡς δυνατὸν ἡμῖν, παραδεδώκαμεν. 31.1236 ΕΡΩΤΗΣΙΣ ΣΚΘʹ. Εἰ χρὴ τὰς ἀπηγορευμένας πράξεις ἀνεπαισχυντό τερον ἐξαγορεύειν πᾶσιν, ἢ τισί· καὶ ποίοις τούτοις. ΑΠΟΚΡΙΣΙΣ. Ἡ ἐξαγόρευσις τῶν ἁμαρτημάτων τοῦτον ἔχει τὸν λόγον, ὃν ἔχει ἡ ἐπίδειξις τῶν σωματικῶν παθῶν. ὡς οὖν τὰ πάθη τοῦ σώματος οὐ πᾶσιν ἀποκαλύπτου σιν οἱ ἄνθρωποι, οὔτε τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς ἐμπεί ροις τῆς τούτων θεραπείας· οὕτω καὶ ἡ ἐξαγό ρευσις τῶν ἁμαρτημάτων γίνεσθαι ὀφείλει, ἐπὶ τῶν δυναμένων θεραπεύειν, κατὰ τὸ γεγραμμένον· Ὑμεῖς οἱ δυνατοὶ, τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζετε· τουτέστι, αἴρετε διὰ τῆς ἐπιμελείας
ΕΡΩΤΗΣΙΣ ΣΛʹ. Τί ἐστι λατρεία, καὶ τίς ἐστιν ἡ λογικὴ λατρεία. ΑΠΟΚΡΙΣΙΣ Λατρεία μὲν ἔστιν, ὡς λογίζομαι, ἡ συντετα μένη, καὶ διηνεκὴς, καὶ ἀμετεώριστος περὶ τὸ λατρευόμενον θεραπεία· τὴν δὲ διαφορὰν τῆς λογικῆς λατρείας καὶ τῆς ἀλόγου παρίστησιν ἡμῖν ὁ Ἀπόστο λος εἰπὼν, ποτὲ μέν· Οἴδατε, ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα, ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι· ποτὲ δέ· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὁ μὲν γὰρ, ὡς ἂν ἄγηται, ἀπαγό μενος, ἄλογον λατρεύει λατρείαν, ἅτε μὴ ὑπὸ λόγου καθηγουμένου, ἰδίᾳ ὁρμῇ καὶ προθέσει κινούμενος, τῇ δὲ τοῦ ἄγοντος ἐξουσίᾳ, πρὸς ὅπερ ἂν ἄγηται, καὶ ὡς οὐ θέλει, φερόμενος· ὁ δὲ μετὰ λόγου ὑγιοῦς καὶ βουλῆς ἀγαθῆς σὺν πολλῇ φροντίδι τὸ ἀρε στὸν τῷ Θεῷ πάντοτε καὶ πανταχοῦ σκοπούμενος καὶ κατορθῶν, οὗτος πληροῖ τὴν ἐντολὴν τῆς λογικῆς λατρείας, κατὰ τὸν εἰπόντα· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου· καὶ πάλιν· Καὶ ἡ συμβουλία μου τὰ δικαιώματά σου.
ΕΡΩΤΗΣΙΣ ΣΛΑʹ. Ἐὰν ἀδελφὸς πονηρεύηται εἰς ἐμὲ καὶ ἐχθραίνῃ μοι, ἢ ἐνίοτε καὶ ἱερεὺς, εἰ ἔξεστί μοι τὰς δεδο μένας μοι περὶ ἐχθροῦ ἐντολὰς καὶ ἐπ' αὐτῷ φυλάσσειν. ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος ἐν ταῖς περὶ ἐχθρῶν ἐντολαῖς, οὔτε ἐχθροῦ οὔτε ἔχθρας διαφορὰν ᾐνίξατο· μᾶλλον δὲ ἐπὶ τῶν ὑπερεχόντων βαθμῷ τὸ αὐτὸ ἁμάρτημα βαρύτερον εἶναι ὡρίσατο, εἰπὼν πρὸς αὐτούς· Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελ φοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατα 31.1237 νοεῖς; Μάλιστα οὖν ἐπὶ τῶν τοιούτων καὶ τῶν δο κούντων εἶναι ἐνδοξοτέρων, σπουδῆς χρεία καὶ ἐπι σκέψεως· ἵνα καὶ τὴν ὀφειλομένην ἐπιμέλειαν αὐ τῶν, εἴτε ἐν παρακλήσει, εἴτε ἐν ἐλέγχῳ μετὰ τῆς προσηκούσης μακροθυμίας ποιησώμεθα, καὶ τὰ λοιπὰ πάντα, κατὰ τὴν τοῦ Κυρίου ἐντολὴν, ἐπ' αὐτῶν παραφυλάξαντες, ἀνυπαιτίους ἑαυτοὺς καὶ ἐν τούτῳ τῷ μέρει φυλάξωμεν.
ΕΡΩΤΗΣΙΣ ΣΛΒʹ. Ἐάν τις, ἀδικηθεὶς ὑπό τινος, μηδενὶ ἀνά θηται, λόγῳ μακροθυμίας καὶ ἀνεξικακίας, δόξῃ δὲ τῷ Θεῷ ἀποδιδόναι τὸ κρῖμα, εἰ κατὰ Κύριον ποιεῖ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου εἰπόντος, ποτὲ μὲν, Ἀφίετε εἴ τι ἔχετε κατά τινος· ποτὲ δὲ, Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρ δησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, πα ράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόμα τος δύο μαρτύρων καὶ τριῶν σταθῇ πᾶν ῥῆμα.