48
φιλοσοφίας οὐχ ἧττον, καὶ ὑπὲρ τούτου μάλιστα αὐτὸν θαυμάζειν χρὴ, ὅτι μετὰ τοσαύτην ἀρετὴν, μετὰ ἐλεημοσύνας καὶ φιλανθρωπίας, μετὰ τὸ μηδὲν μήτε ἑαυτῷ, μήτε τοῖς παισὶ συνειδέναι πονηρὸν, τοσοῦτον πένθος ἰδὼν οὕτω καινὸν καὶ παράδοξον καὶ μηδενὶ τῶν τὰ ἔσχατα τετολμηκότων συμβεβηκὸς, οὐκ ἔπαθε τὰ τῶν πολλῶν, οὐδὲ ἐνόμισεν ἀνόνητον εἶναι τὴν ἀρετὴν, οὐδὲ κακῶς βεβουλεῦσθαι τοῖς παρελθοῦσιν. Ὥστε δι' ἀμφότερα αὐτοὺς ταῦτα οὐ θαυμάζειν χρὴ μόνον, ἀλλὰ καὶ ζηλοῦν καὶ μιμεῖσθαι τὴν ἀρετήν. Καὶ μὴ λεγέτω τις, ὅτι ἐκεῖνοι θαυμαστοί τινες ἦσαν. Θαυμαστοὶ μὲν γὰρ ἦσαν καὶ μεγάλοι· ἀλλ' ἡμεῖς τανῦν πλείονα ἐκείνων ἀπαιτούμεθα φιλοσοφίαν καὶ τῶν ἐν τῇ Παλαιᾷ βεβιωκότων ἁπάντων. Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, φησὶν, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάντοθεν τοίνυν σωφρονισθέντες, καὶ ταῦτα συλλέξαντες, καὶ τὰ περὶ ἀναστάσεως ἡμῖν εἰρημένα, καὶ τὰ περὶ τῶν ἁγίων τούτων, συνεχῶς ἐπᾴδωμεν ταῖς ψυχαῖς, μὴ μόνον κατὰ τὸν καιρὸν τοῦ πένθους, ἀλλὰ καὶ ἡνίκα ἂν καθαρεύωμεν ὀδύνης. ∆ιὰ γὰρ τοῦτο καὶ ἐγὼ, καίτοι μηδενὸς ὄντος ἐν ἀθυμίᾳ, νῦν τούτους ἐκίνησα τοὺς λόγους, ἵν', ὅταν ἐμπέσωμεν εἴς τινα τοιαύτην συμφορὰν, μεμνημένοι τῶν εἰρημένων, ἱκανῆς ἀπολαύωμεν παραμυθίας· ἐπεὶ καὶ στρατιῶται, εἰρήνης οὔσης, τὰ τοῦ πολέμου μελετῶσιν, ἵνα τῆς μάχης ἐπιστάσης, καὶ τοῦ καιροῦ τὴν ἐμπειρίαν ἀπαιτοῦντος, εὐκαίρως ἐπιδείξωνται τὴν τέχνην, ἣν ἐν τῇ εἰρήνῃ κατώρθωσαν. Καὶ ἡμεῖς τοίνυν καὶ ὅπλα καὶ φάρμακα κατασκευάσωμεν ἑαυτοῖς ἐν τῷ καιρῷ τῆς εἰρήνης, ἵνα, εἴ ποτε πόλεμος ἐπιστῇ παθῶν ἀλόγων, ἢ πένθους, ἢ ὀδύνης, ἢ ἄλλου ὁτουοῦν τοιούτου, καθωπλισμένοι καλῶς καὶ πεφραγμένοι πάντοθεν, τὰς τοῦ Πονηροῦ προσβολὰς μετὰ πολλῆς ἀποκρουσώμεθα τῆς ἐμπειρίας, καὶ λογισμοῖς ὀρθοῖς, καὶ ταῖς ἀποφάσεσι τοῦ Θεοῦ, καὶ τοῖς ὑποδείγμασι τῶν ἀγαθῶν ἀνδρῶν, καὶ παντὶ τρόπῳ πάντοθεν ἑαυτοὺς τειχίσωμεν. Οὕτω γὰρ δυνησόμεθα καὶ τὴν παροῦσαν ζωὴν μετὰ εὐθυμίας διενεγκεῖν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν Πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ
πόθεν ἡ δουλεία ἐγένετο. αʹ. Εἴδετε Θεοῦ δύναμιν, εἴδετε Θεοῦ φιλανθρωπίαν; δύναμιν, ὅτι ἐτίναξε
τὴν οἰκουμένην· φιλανθρωπίαν, ὅτι πίπτουσαν αὐτὴν ἔστησε· μᾶλλον δὲ ἐν ἑκατέρῳ καὶ δύναμιν καὶ φιλανθρωπίαν. Καὶ γὰρ τὸ σεῖσαι δυνάμεως, καὶ τὸ στῆσαι φιλανθρωπίας· ὅτι ἔσεισε τὴν γῆν καὶ ἐστήριξε τὴν οἰκουμένην, ὅτι σαλευομένην καὶ μέλλουσαν αὐτὴν πίπτειν ἤγειρεν. Ἀλλ' ὁ μὲν σεισμὸς παρῆλθεν, ὁ δὲ φόβος μενέτω· ὁ σάλος ἐκεῖνος παρέδραμεν, ἡ δὲ εὐλάβεια μὴ παραδραμέτω· ἐλιτανεύσαμεν τρεῖς ἡμέρας, ἀλλὰ μὴ καταλύσωμεν τὴν σπουδήν. ∆ιὰ γὰρ τοῦτο ὁ σεισμὸς, διὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν· ἐῤῥᾳθυμήσαμεν, καὶ ἐκαλέσαμεν τὸν σεισμόν· ἐσπουδάσαμεν, καὶ ἀπεκρουσάμεθα τὴν ὀργήν· μὴ πάλιν ῥᾳθυμήσωμεν, ἵνα μὴ πάλιν καλέσωμεν τὴν ὀργὴν καὶ τὴν τιμωρίαν. Οὐ γὰρ βούλεται ὁ Θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Εἴδετε τὸ ἐπίκηρον τοῦ γένους τῶν ἀνθρώπων; Ὅτε ὁ σεισμὸς ἐγένετο, ἐνενόουν ἐν ἑαυτῷ λέγων· Ποῦ αἱ ἁρπαγαί; ποῦ αἱ πλεονεξίαι; ποῦ αἱ τυραννίδες; ποῦ αἱ ἀπόνοιαι; ποῦ αἱ δυναστεῖαι; ποῦ αἱ καταπονήσεις; ποῦ αἱ λεηλασίαι τῶν πενήτων; ποῦ αἱ ὑπερηφανίαι τῶν πλουτούντων; ποῦ τῶν ἀρχόντων αἱ δυναστεῖαι; ποῦ αἱ ἀπειλαί; ποῦ οἱ φόβοι; Μία καιροῦ ῥοπὴ καὶ ἀράχνης εὐτελέστερον πάντα διεσπᾶτο, πάντα ἐκεῖνα παρελύετο,