48
μεγάλης ἡμέρας κατὰ τὸ γεγραμμένον. εἰ γὰρ μὴ τοῦτο ἦν, ἀλλ' αἰσθητῶς ἦν ἐν τῇ θαλάσσῃ καὶ ἐν τῷ ταρτάρῳ, πῶς ἐν τῇ πρὸ ταύτης ἀναγέγραπται θεωρίᾳ πολλὰ μηχανησάμενος κατά τε τοῦ Κυρίου καὶ κατὰ τῆς μητρὸς αὐτοῦ; πλὴν ὅτι κατὰ τὸ γράμμα τῆς ἱστορίας, οὐδὲ αὐτὸ ἀθετητέον, τὸν τάρταρον καὶ τὸν βυθὸν κεκλήρωται. οὗτος δέ γε ὁ δεύτερος. ὁ νῦν ἡμῖν προκείμενος, εἰσῆκται ἐν τῇ βίβλῳ τοῦ Ἰώβ, καὶ προσδιαλεγόμενος τῷ Θεῷ, καὶ τὸν Ἰὼβ ἐξαιτούμενος, καὶ μυρίας πείρας αὐτῷ προσφέρων, καὶ μέντοι καὶ λέγων ὡς ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρεστι. καὶ οὐ μόνον ἡ βίβλος τοῦ Ἰώβ, ἀλλὰ καὶ ὁ Κύριος μνήμην αὐτοῦ πεποίηται παρὰ 150 τῷ Ἰωάννῃ τοῖς Ἰουδαίοις προσφωνῶν· ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ ∆ιαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστι ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ, πατέρα τοῦ ∆ιαβόλου καλῶν, τούτου δὴ τοῦ νῦν ἡμῖν εἰς θεωρίαν προκειμένου, τὸν ἀποστάτην δράκοντα, ὡς ἀρχηγέτην αὐτῶν καὶ πρωτουργὸν τῆς ἀποστασίας γενόμενον· ὥσπερ καὶ ὁ ἱερὸς Ἁβραὰμ πατὴρ ἐθνῶν χρηματίζει ὡς προκατάρξας αὐτοῖς τῆς πίστεως κατὰ τὸ πρὸς αὐτὸν εἰρημένον, πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. τούτων οὕτω κατὰ τὴν ἐμὴν οἴησιν διευκρινηθέντων, ἐπανέλθωμεν εἰς τὸ προκείμενον. εἶδόν φησιν ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα. ἐκ τῆς θαλάσσης ὁρᾷ αὐτὸν ἀναβαίνοντα· ἡ γὰρ ἄνοδος αὐτῷ καὶ οἷον ἡ ὕψωσις ἐκ τοῦ τεταραγμένου καὶ ἀστάτου βίου τῶν ἀνθρώπων ἐστί, τῶν χειροτονησάντων αὐτὸν καθ' ἑαυτῶν τύραννον· τὰ δέ γε δέκα κέρατα δυναστείαν αὐτῷ μεγάλην προμαρτυρεῖ, ὥσπερ καὶ αἱ ἑπτὰ κεφαλαὶ μεθοδείας τινὰς καὶ ἀρχὰς δόλων καὶ κατασκευῶν· τέλειοι γὰρ ἀριθμοὶ ὅ τε δέκα καὶ ὁ ἑπτά. διαδήματα δὲ ἦν αὐτοῦ περὶ τὰ κέρατα δεικνύντα δυνάστην αὐτὸν κατὰ τῆς ἀνθρωπότητος γενόμενον, ἡμῶν ἐξ ἀπάτης αὐθαιρέτως ἑαυτοὺς παραδεδωκότων αὐτῷ. καὶ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φησιν ὀνόματα βλασφημίας. καλῶς ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καθ' ἑαυτοῦ γὰρ μαίνεται καὶ κατὰ τῆς οἰκείας κεφαλῆς εἰς Θεὸν παροινῶν, καὶ συλῶν μὲν ἐκ τοῦ Θεοῦ τὸ σέβας, ἑαυτῷ δὲ ἀνατιθείς. καὶ τὸ θηρίον φησὶν ὃ 151 εἶδον ὅμοιον ἦν παρδάλει, καὶ διὰ τὸ ὀξύρροπον, οἶμαι, καὶ ταχὺ πρὸς ἐπιβουλάς. καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου φησίν, οἱονεὶ εὐσθενεῖς καὶ ὑπομονητικοὶ ὡς καὶ ἐμπεριπατεῖν τὴν ὑπ' οὐρανὸν εἰς ἐπιβουλὴν τῶν ἀνθρώπων. καὶ τὸ στόμα αὐτοῦ φησιν ὡς στόμα λέοντος· περιέρχεται γὰρ ὁ ἀντίδικος ἡμῶν ∆ιάβολος ὡς λέων, τίνα καταπίῃ κατὰ τὸ γεγραμμένον. καὶ ἔδωκέ φησιν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ. ἡ δέ γε δύναμις τοῦ ἀποστάτου δράκοντος ἐν ταῖς ἀπάταις καὶ τοῖς δόλοις ἐστὶ τούτων, καὶ αὐτῷ γέγονεν αἴτιος καὶ διδάσκαλος. καὶ ὁρῶ φησι μίαν τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον· καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη. τοῦτον τὸ σημαινόμενον εἰδείη ἂν αὐτὸς ὁ πνευματοφόρος εὐαγγελιστής· ὡς δὲ ἐμοὶ καταφαίνεται, τοιοῦτόν τι δηλοῖ· ἣν γὰρ ἔλαβεν ὁ ∆ιάβολος θανατηφόρον πληγὴν κατὰ μιᾶς τῶν κεφαλῶν διὰ τῆς τοῦ Ἰσραὴλ θεοσεβείας, ταύτην ἰάθη διὰ τῆς ἐκείνων πάλιν εἰδωλολατρείας. καὶ ἐθαμβήθη φησὶν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου. πῶς γὰρ οὐκ ἔμελλε καὶ τὸ θεοσεβὲς ἔθνος τοῦ Ἰσραὴλ προσκεκυνηκὸς αὐτῷ; καὶ τοῦτό ἐστι τὸ εἰρημένον τῷ Ἡσαΐᾳ ἐκ προσώπου τοῦ Θεοῦ πρὸς τὸν Ἰσραήλ· δι' ὑμᾶς τὸ ὄνομα μου διὰ παντὸς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, ἀλλὰ καὶ τὸν ἀρχέκακον συμπροσεκύνησαν δράκοντα τὸν τῆς τοσαύτης ἀπάτης καὶ τῶν δολερῶν μεθοδιῶν αἴτιον ὑπάρχοντα τῷ θηρίῳ. καὶ προσεκύνησαν τῷ θηρίῳ· καὶ τίς δύναται πολεμῆσαι μετ' αὐτοῦ; καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασ 152 φημία, καὶ ἐδόθη αὐτῷ ἐξουσία ποιῆσαι μῆνας τεσσαρακον ταδύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη