1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

49

Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ. Ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης· τῆς μὲν μακροθυμίας καρπὸν ἐπιδείκνυσθαι χρὴ, τῷ Θεῷ τὴν προσευχὴν ὑπὲρ τοῦ ἠδικηκότος ἐξ ἀληθι νῆς διαθέσεως προσάγοντα καὶ λέγοντα· Κύριε, μὴ στήσῃς αὐτῷ τὴν ἁμαρτίαν, ἵνα μὴ, ὡς ὀργιζό μενος τῷ ἀδελφῷ αὐτοῦ, ἔνοχος γένηται τῇ κρίσει· τὴν δὲ παράκλησιν τῷ ἠδικηκότι. καὶ τὸν ἔλεγχον ἀποδιδόναι ἀκόλουθον, ὅπως κἀκεῖνον τῆς ὀργῆς τῆς ἐρχομένης ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας ἐλευθερώσῃ. Ἐὰν δὲ ἀμελήσῃ καὶ λόγῳ δῆθεν τῆς ἰδίας μακρο θυμίας ἐφησυχάσῃ, διπλῆν ἁμαρτίαν ἁμαρτάνει· ὅτι τε αὐτὸς παραβαίνει τὴν ἐντολὴν τὴν λέγου σαν, Ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν, καὶ κοινωνὸς τοῦ ἁμαρ τάνοντος διὰ τῆς σιωπῆς γίνεται· καὶ ὅτι τὸν δυνάμενον ἴσως κερδηθῆναι διὰ τῶν ἐλέγχων, καθὼς καὶ ὁ Κύριος διετάξατο, τοῦτον ἀφίησιν ἐναπολέσθαι τῷ κακῷ.

ΕΡΩΤΗΣΙΣ ΣΛΓʹ. Ἐκ πάντων τῶν κατορθωμάτων ἐὰν ἓν λείπῃ τινὶ, εἰ διὰ τοῦτο οὐ σώζεται. ΑΠΟΚΡΙΣΙΣ. Πολλῶν ὄντων ἐν τῇ τε Παλαιᾷ καὶ ἐν τῇ Και νῇ ∆ιαθήκῃ τῶν δυναμένων περὶ τούτου πληροφορῆ σαι ἡμᾶς, ἀρκεῖν ἡγοῦμαι τῷ πιστῷ καὶ μόνον τὸ ἐπὶ τῷ Πέτρῳ κρῖμα· ὃς ἐπὶ τοσούτοις καὶ τηλι κούτοις κατορθώμασι, καὶ τοιούτοις τοῖς παρὰ 31.1240 τοῦ Κυρίου μακαρισμοῖς καὶ ἐπαίνοις, ἵνα ἐν ἑνὶ μόνῳ δόξῃ παρακούειν, καὶ τοῦτο οὔτε διὰ ὄκ νον, οὔτε διὰ καταφρόνησιν, ἀλλὰ δι' εὐλάβειαν καὶ τιμὴν τὴν περὶ τὸν Κύριον, ἐπὶ τούτῳ μόνῳ ἀκούει· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ.

ΕΡΩΤΗΣΙΣ ΣΛ∆ʹ. Πῶς τὸν θάνατόν τις τοῦ Κυρίου καταγγέλλει. ΑΠΟΚΡΙΣΙΣ. Ὡς ὁ Κύριος ἐδίδαξεν εἰπών· Εἴ τις ἔρχεται πρὸς μὲ, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὑτοῦ. Καὶ ὁ Ἀπόστολος παρέστη σεν ὁμολογήσας τὸ, Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Ὅπερ ἐν αὐτῷ τῷ βαπτίσματι προλαβόντες συνεθέμεθα· Ὅσοι γὰρ, φησὶν, ἐβα πτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνα τον αὐτοῦ ἐβαπτίσθημεν· οἷς ἐπιφέρει, ἑρμη νεύων τί ἐστι τὸ εἰς τὸν θάνατον τοῦ Κυρίου βα πτισθῆναι, ὅτι Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συν εσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρ τίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ· πάσης δὲ τῆς πρὸς τὸ ζῇν προσπαθείας καθαρεύον τας, ἀξίους γενέσθαι τῆς μαρτυρίας τοῦ Ἀποστό λου, εἰπόντος· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν μετὰ παῤῥησίας· Ἔρχεται ὁ τοῦ κόσμου τούτου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν.

ΕΡΩΤΗΣΙΣ ΣΛΕʹ. Εἰ συμφέρει πολλὰ ἐκμανθάνειν ἐκ τῶν Γρα φῶν. ΑΠΟΚΡΙΣΙΣ. ∆ύο ταγμάτων καθολικωτέρων ὄντων, καὶ τῶν μὲν τὴν προστασίαν πεπιστευμένων, τῶν δὲ εἰς εὐ πείθειαν καὶ ὑπακοὴν τεταγμένων, ἐν διαφόροις χα ρίσμασι, λογίζομαι, ὅτι ὁ μὲν τὴν προστασίαν καὶ ἐπιμέλειαν τῶν πλειόνων ἐγκεχειρισμένος τὰ πάν των εἰδέναι καὶ ἐκμανθάνειν ὀφείλει, ἵνα τοὺς πάντας διδάσκῃ τὰ θελήματα τοῦ Θεοῦ, ἑκάστῳ ὑπο δεικνὺς τὰ αὐτοῦ ἐπιβάλλοντα· τῶν δὲ ἄλλων ἕκα στος, μεμνημένος τοῦ Ἀποστόλου εἰπόντος, Μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ, ὡς ὁ Θεὸς ἐμέ ρισε, τὰ ἑαυτῷ ἐπιβάλλοντα σπουδαίως μανθανέτω καὶ ποιείτω, μηδὲν πλέον περιεργαζόμενος, ἵνα γένηται ἄξιος τῆς φωνῆς τοῦ Κυρίου εἰπόντος· ∆εῦρο, ἀγαθὲ δοῦλε· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. 31.1241

ΕΡΩΤΗΣΙΣ ΣΛʹ. Ὅσοι κατηξιώθησαν τὰ τέσσαρα Εὐαγγέλια ἐκμαθεῖν, πῶς ὀφείλουσι τὴν χάριν δέξα σθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἀποφηναμένου, ὅτι Ὧ παρέθεντο πολὺ, περισσότερον ἀπαιτήσουσιν αὐτόν· περισσοτέρως φοβεῖσθαι καὶ σπουδάζειν ὀφείλουσιν, καθὼς ὁ Ἀπόστολος ἐδίδαξεν εἰπών· Συνεργοῦντες δὲ καὶ