1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

49

ἐκλημπτέον τὴν δύναμιν· ἤτοι ἑκάστη λογι73 κὴ οὐσία μετέχουσα τῆς δυνάμεως αὐτοῦ τοῦ σωτῆρος δύναμις καλεῖται, ἢ τὸ στράτευμα τῶν λογικῶν οὐσιῶν, τῶν οὕτω στρατευομένων. 10 τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης. μὴ ζητεῖτε τίς ἐστιν περὶ οὗ λέγομεν· ὁ γὰρ τῶν δυνάμεων κύριος, αὐτός ἐστιν. καὶ ὑμεῖς δὲ δυνάμεις ἐστέ, καὶ ἕκαςτος ὑμῶν δύναμις κατὰ τὸν δεύτερον λόγον. "κύριος" οὖν· διὸ μετὰ αὐθεντίας εἶπεν ὅτι "αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης". περὶ ταύτης τῆς δυνάμεως καὶ τῆς ἐπιφανείας καὶ Παῦλος γράφει· "τὸ μυστήριον τῆς εὐσεβείας μέγα ἐστίν, καὶ ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι", καὶ ἐπὶ τέλει· "ἀνελήμφθη ἐν δόξῃ". ὁ ἀναλημφθεὶς ἐν δόξῃ κύριος τῆς δόξης ἐστίν, βασιλεὺς τῆς δόξης ἐστίν. οὐκ ἄκαιρον ῥητὸν κακῶς ἑρμηνευόμενον ὑπό τινων νῦν παραλαβεῖν. "κύριον τῆς δόξης σταυρωθέντα" τὸν θεὸν λόγον βούλονται εἶναι· οἱ γὰρ ἀρνούμενοι τὴν ἐνανθρώπησιν τὴν τελείαν λέγουσιν ὅτι "ὁ σταυρωθεὶς τῆς δόξης κύριος" αὐτὸς ὁ θεὸς λόγος ἐστίν. καί ἐστίν γε καὶ ὁ συλλογισμός, ὃν λέγουσιν οἱ οὕτω ἐσφαλμένοι, καὶ ἡ διάνοια Ἀπολιναρίου τοῦ αἱρεθικοῦ τοῦ λέγοντος "τὸν λόγον" κατὰ μεταβολὴν οὐσίας "σάρκα γεγενῆσθαι", καὶ τοιούτους συλλογισμούς, οὓς καὶ Ἀπολινάριος ἐν τοῖς συνγράμμασιν τέθεικεν· ὁ Χριστὸς ἐσταυρώθη. ὁ σταυρωθεὶς βασιλεὺς τῆς δόξης ἐστίν. ὁ ἄρα Χριστὸς βασιλεὺς τῆς δόξης ἐστίν. οὕτω δὲ ἀκούουσιν τὸν συνλογισμόν· "ὁ Χριστὸς βασιλεύς ἐστιν τῆς δόξης. ἐσταύρωται δὲ ὁ Χριστός. ὁ ἄρα βασιλεὺς τῆς δόξης ἐσταύρωται". καὶ τερατολογοῦσιν οὗτοι. ὁ σταυρὸς φανερός ἐστιν· σώματος γάρ ἐστιν καθήλωσις· "ὤρυξαν χεῖράς μου καὶ πόδας μου". ὁ τὸν θεὸν λόγον ἀσώματον ὄντα λέγων ἐσταυρῶσθαι ἀλληγορεῖ τὸν σταυρόν. ἀλληγορουμένου δὲ τοῦ σταυροῦ ἀλληγορηθήσεται καὶ ἡ ἀνάστασις. καὶ τῆς ἀναστάσεως ἀλληγορουμένης πάντα τὰ γενόμενα ὥσπερ ὄνειροί εἰσιν. καὶ οὗτοι δὲ αὐτὰ λέγουσιν· κἂν γὰρ ὀνομάζουσιν πρὸς ἀπάτην τινῶν ὅτι· σῶμα καὶ σῶμα; καὶ εἴπῃς "ναί", αὐτὸ μὲ τὸ σῶμα οὐχ ἕτερόν ἐστιν παρὰ τὸν θεὸν λόγον. δύο οὖν εἰσιν. οὐκοῦν δύο λέγομεν; τί γὰρ ἄτοπον ναὸν καὶ τὸν ἐν τῷ ναῷ δύο εἰπεῖν; ναὸς γὰρ τοῦ σωτῆρος εἴρηται τὸ σῶμα. καὶ οὐ λέγεται· "ὃς ἐφανερώθη σάρξ", ἀλλ' "ἐν σαρκί". καὶ ἔτι· "θανατωθεὶς δὲ σαρκί". οὐκ εἴρηκεν· "θανατωθεὶς δὲ σάρξ". "πᾶν πνεῦμα ὃ ὁμολογεῖ ἐν σαρκὶ ἐληλυθότα". ὅθεν, κἂν μὴ θέλωσιν, δύο εἰσὶν ἡ σὰρξ καὶ ὁ ἐν αὐτῇ ὀφθείς. σάρκα δὲ λέγομεν οὐκ ἄψυχον· ἀποτεχθεῖσα γὰρ ἡ σὰρξ 74 αὕτη ἄψυχος γέγονεν ὡς ἱμὰς δηλονότι. "ἐπ' ἐλπίδι κατασκηνοῖ ἡ σάρξ, ὅτι τὴν ψυχήν μου οὐκ ἐνκαταλείψεις ἐν τῷ ᾅδει". ὡς εἰ ἔμενεν ἐν τῷ ᾅδει, οὐχ εἶχεν ἐλπίδα ἀναστάσεως ἡ σάρξ. ἐπερ · ; -πρότερον ἐπύθοντο· "τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης"; καὶ ἤκουσαν ἀποκρίσεως, εἶτα, ἐπεὶ ὁ βασιλεὺς τῆς δόξης οὔκ ἐστιν ὁ τυχών, ὑπὲρ ἐντελεστέρας ἀκριβείας καὶ δεύτερον πυνθάνονται, καὶ λοιπὸν καὶ ἄλλην ἀπόκρισιν ἔσχον, οὐκέτι "κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ"· ἴσως γὰρ δυνατὸν ἦν ὑποληφθῆναι ὅτι εἷς τῶν δυνάμεων ὑπὸ θεὸν ἠρίστευσεν· καὶ λέγει· "κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεύς". οὕτω λέγω αὐτὸν δυνατὸν ὡς δυνάμεων κύριον, οὐχ ὡς δύναμιν. 1 Ψαλμὸς τῷ ∆αυίδ. εἰς τὸν ∆αυὶδ ὁ ψαλμὸς λέγεται· ἄλλο γάρ ἐστιν "τοῦ ∆αυὶδ" εἶναι καὶ ἄλλο "τῷ ∆αυίδ". "τοῦ ∆αυὶδ" λέγεται, ὅταν ᾖν αὐτὸς αὐτὸν πεποιηκὼς ἢ ψάλλων. "αὐτῷ" δὲ λέγεται, ὅταν εἰς αὐτὸν φέρηται. ἐὰν οὖν λέγω ὅτι ὁ ἐπινίκιος οὗτος ὕμνος τῷ ἀθλητῇ, τῷ πύκτῃ. ὑπογραμμὸν οὖν ἔθηκεν τὸν ∆αυίδ. οὐ μέχρι δὲ τοῦ προσώπου αὐτοῦ μόνου ἵσταται τὰ λεγόμενα, ἀλλὰ καὶ εἰ ἄλλος εὑρεθείη κατ' αὐτόν. τίς δέ ἐστιν ὁ ∆αυὶδ οὗτος; "ὃς ποιήσει", λέγει, "πάντα τὰ θελήματά μου". περὶ παντὸς τοῦ ποιοῦντος τὰ θελήματα τοῦ θεοῦ λεγέσθω ὁ ψαλμός. 1 πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου. οὐ παντός ἐστιν