49
θάνατος ἐπ' αὐτοὺς καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. καὶ πάντα περὶ αὐτῶν τὰ σκυθρωπὰ διὰ τοῦ λόγου παραδείξας ἐπάγει τὴν γλυκεῖαν ἐκείνην φωνήν, ἐν ᾗ καὶ νενίκηκε τὴν πόλιν 5.144 αὐτῷ πληρώματι, λέγων Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. πλήρωμα δὲ λέγει τῆς πόλεως ταύτης ἄνδρας αἱμάτων καὶ δολιότητος τοὺς οὐδὲν εἶδος πονηρᾶς ἡμέρας ἡμισεύοντας οὐδὲ ἀτελῆ τὴν πονηρίαν ἐπιδεικνυμένους, ἀλλ' ἐν τῷ κακῷ τὸ τέλειον ἔχοντας, ὧν πάντων νικητὴς γίνεται τῇ μιᾷ ταύτῃ φωνῇ, ᾗ τὴν πρὸς τὸν θεὸν καταμηνύει διάθεσιν λέγων Ἐγὼ ἐλπιῶ ἐπὶ σέ.
ΚΕΦΑΛΑΙΟΝ Ι∆ʹ Τούτοις ἐπελθὼν τοῖς νοήμασιν ὁ φιλόπονος αὐτὸς ἀναγνώτω τὰ
θεόπνευστα τῆς ψαλμῳδίας ῥήματα, ὡς ἂν μὴ δι' ἡμῶν ὄχλος ἐπεισαχθείη τῷ γράμματι πάντα κατὰ λέξιν ἐκτιθεμένων καὶ μηκυνόντων τὴν ἐφ' ἑκάστῳ νοήματι θεωρίαν. ὥσπερ δὲ οἱ τὴν ἀνωφερῆ καὶ δυσπόρευτον ὁδὸν ἀνιόντες, ὅταν μεταξὺ καθέδρας τινὸς ἐπιτυχόντες τὸ πολύ τε καὶ σύντονον τοῦ κόπου διαναπαύσωσι, πάλιν τῆς δυνάμεως αὐτοῖς ἀναρρωσθείσης πρὸς τὴν ἄνοδον τῶν ὑπερκειμένων ἑαυτοὺς ἐπεγείρουσιν· οὕτως καὶ ὁ τῆς ἀρετῆς ὁδοιπόρος, οὗ τὰ διαβήματα νῖκαι κατὰ τῶν ἀντιπάλων εἰσίν, ὡς ἡ ἐπιγραφὴ τοῦ παρελθόντος μαρτύρεται, τῇ κατορθωθείσῃ νίκῃ ἑαυτὸν τονώσας πάλιν πρὸς τὴν ὑπερκειμένην συντείνε· μεγάλης γὰρ οὔσης καὶ ταύτης τῆς ἀγωνίας, ἧς ἐν τῷ μνημονευθέντι ψαλμῷ κατεκράτησεν, λύπης καὶ ἀδολεσχίας καὶ ταραχῆς, ἔχθρας τε καὶ ἀκοῆς· τοῦτο γάρ ἐστιν ἡ φωνὴ [ἡ] τοῦ ἐχθροῦ· καὶ τῆς ἐκ τῶν ἁμαρτωλῶν θλίψεως καὶ τῆς τῶν ἐγκοτούντων ὀργῆς, δι' ὧν γίνεται ταραχή τε διανοίας καὶ δειλία θανάτου καὶ φόβος καὶ τρόμος καὶ σκότος καὶ τὰ 5.145 τοιαῦτα. ὁ τοίνυν τοιούτων τε καὶ τοσούτων ὑπερσχὼν ἀντιπάλων ἐν τῷ πτερῷ τῆς ὡς περιστερᾶς ἐπιφανείσης τῷ βίῳ, καὶ μεταναστὰς ἀπὸ τῶν ἐν τῇ κακίᾳ ὑλομανούντων ἐπὶ τὴν ἔρημον τῆς πονηρᾶς τῶν ζιζανίων βλάστης, ἐν ᾧ γίνεται ἡ κατάπαυσις, τῷ πόλιν ὅλην τῶν ἀντικειμένων αὐτῷ πληρώματι τῶν ἐνοικούντων νικῆσαι, ἧς οἰκήτορες ἀνομία καὶ κόπος καὶ ἀντιλογία τόκος τε καὶ δόλος καὶ θάνατος καὶ ζωῆς εἰς ᾅδου κατάβασις καὶ τὸ πάντων κάκιστον γένος, τῶν ἀεὶ κατοικούντων ἡ ὑπόκρισις, ἡ τῇ ἐνδείξει τῆς ὁμοψυχίας τὴν ἐπιβουλὴν ἐνεργοῦσα· ἧς κρείττων γίνεται ὁ παντὶ τῷ τῆς ἰδίας ζωῆς χρόνῳ συμπαρατείνων τὴν εἰς τὸ θεῖον πεποίθησιν· ἑσπέραν γὰρ καὶ πρωΐαν καὶ μεσημ βρίαν εἰπὼν ὅλον περιλαμβάνει τὸ ἡμερήσιον μέτρον, ἐν ᾧ ταῦτα λέγει ὧν ὁ θεὸς ἐπακούειν ἀνέχεται· λυτρούμενος διὰ εἰρήνης τὴν ζωὴν ἀπὸ τῶν οὕτω προσεγγιζόντων αὐτῷ ἐν πολλῷ τῷ συστήματι, οὓς ἄνδρας αἱμάτων ὀνομάζει καὶ δολιότητος καὶ ἐν κακίᾳ τελείους. τοσούτων τοίνυν καὶ τοιούτων διὰ τοῦ ἐλπίζειν ἐπὶ τὸν θεὸν κατακρατήσας, πάλιν ὥσπερ τινὰ λήθην τῶν διηνυσμένων ποιησάμενος πόνων τοῖς ἰσχυροτέροις τε καὶ μείζοσιν τῶν ἀνταγωνιστῶν ἐπεγείρεται. ἰδοὺ γὰρ οἷον πόνον ἑαυτῷ διὰ τῶν ἀγώνων προστίθησιν· Ὑπὲρ τοῦ λαοῦ, φησίν, τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου. ὁ δὲ λαὸς οὗτος ἅπαν ἐστὶν τὸ ἀνθρώπινον πλήρωμα, ὅπερ ὁ χωρισμὸς τῶν ἁγίων ἐντολῶν πολλῷ τινι καὶ ἀπείρῳ τῷ μεταξὺ διαστήματι τοῦ θεοῦ διετείχισεν· τοῦτον ἀνακαλεῖται διὰ τῆς πρὸς τὸν ἀντίπαλον νίκης, ἔπαθλον τῶν ἀγώνων τὴν τῶν ἀπολωλότων σωτηρίαν ποιού μενος, οὗ χάριν καὶ ἐνστηλιτεύεται τὸ κατόρθωμα ἐν 5.146 ἀνεξαλείπτῳ γραφῇ διαιωνιζούσης τῶν γεγονότων τῆς μνήμης. γίνεται οὖν ἡ νίκη τῷ ∆αβὶδ εἰς στηλογραφίαν, Ὁπότε, φησίν, ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. ὡς δ' ἂν μὴ παραδράμῃ ἡμᾶς ἡ διὰ τῶν αἰνιγμάτων τῆς ἱστορίας ὑφαινομένη διάνοια τῷ λόγῳ, συντέμνων δι' ὀλίγου ἐπιδρα μοῦμαι τὴν ἱστορίαν. φθόνος ἐνεφύη κατὰ τοῦ ∆αβὶδ τῷ τυραννικῷ Σαοὺλ ἐπὶ τῇ νίκῃ τοῦ Γολιὰθ ἐν τῇ εὐφημίᾳ τῶν διὰ χορείας