1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

49

φησὶν, ἄμεμπτοι καὶ ἀκέραιοι, τουτέστιν, ἄληπτοι, εἰλικρινεῖς· οὐ μικρὰν γὰρ προσάγει κηλῖδα ὁ γογγυσμός. Τί δέ ἐστι, Χωρὶς διαλογισμῶν; ἆρα καλὸν, ἆρα οὐ καλόν; Μὴ διαλογίζεσθε φησὶ, κἂν πόνος ᾖ, κἂν κάματος ᾖ, κἂν ὁτιοῦν. Οὐκ εἶπεν, Ἵνα μὴ κολασθῆτε· κόλασις γὰρ ἀπόκειται τῷ πράγματι· καὶ τοῦτο ἐν τῇ πρὸς Κορινθίους ἐδήλωσεν Ἐπιστολῇ· ἀλλ' ἐνταῦθα οὐδὲν τοιοῦτον εἶπεν, ἀλλ', Ἵνα γένησθε, φησὶν, ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε, ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ. Ὁρᾷς ὅτι παιδεύει τούτους μὴ γογγύζειν; Ὥστε δούλων ἀγνωμόνων καὶ ἀναισθήτων τὸ γογγύζειν. Ποῖος γὰρ, εἰπέ μοι, υἱὸς ἐν τοῖς τοῦ πατρὸς πονῶν, καὶ ἑαυτῷ πονῶν γογγύζει; Ἐννόησον, φησὶν, ὅτι σαυτῷ πονεῖς, ὅτι σαυτῷ συνάγεις. Ἐκείνων ἴδιον τὸ γογγύζειν ἐστὶν, ὅταν ἑτέροις πονῶσιν, ὅταν ἑτέροις κάμνωσιν. Ὁ δὲ ἑαυτῷ συλλέγων, τίνος ἕνεκεν γογγύζει; ὅτι ὁ πλοῦτος αὐτοῦ οὐκ αὔξεται; Ἀλλ' οὐκ ἔστι τοῦτο. Ὁ ἑκοντὶ καὶ μὴ κατ' ἀνάγκην ποιῶν, τίνος ἕνεκεν γογγύζει; Βέλτιον μηδὲν ἐργάσασθαι, ἢ μετὰ γογ 62.242 γυσμοῦ· ἀπόλλυται γὰρ καὶ αὐτὸ τὸ γινόμενον. Ἢ οὐχ ὁρᾷς, ὅτι καὶ ἐν ταῖς οἰκίαις ταῖς ἡμετέραις ταῦτα λέγομεν ἀεὶ, Βέλτιον ταῦτα μὴ γίνεσθαι, ἢ μετὰ γογγυσμοῦ; καὶ πολλάκις εἱλόμεθα τῆς διακονίας ἀποστερηθῆναι τῆς ἡμετέρας, ἢ γογγύζοντος ἀνασχέσθαι; ∆εινὸν γὰρ, δεινὸν ὁ γογγυσμός· ἐγγὺς βλασφημίας ἐστίν· ἐπεὶ τίνος ἕνεκεν τοσαύτην ἐκεῖνοι ἔδωκαν δίκην; Ἀχαριστία τὸ πρᾶγμά ἐστιν. Ὁ γογγύζων ἀχαριστεῖ τῷ Θεῷ· ὁ δὲ ἀχαριστῶν τῷ Θεῷ, ἄρα βλάσφημος. Μάλιστα μὲν γὰρ τότε πειρασμοὶ συνεχεῖς ἦσαν, καὶ ἐπάλληλοι κίνδυνοι, οὐδεμία ἀνάπαυσις, οὐδεμία ἄνεσις, μυρία πάντοθεν ἐπέῤῥει δεινά· νῦν δὲ εἰρήνη βαθεῖα, νῦν εὐμάρεια. γʹ. Τίνος οὖν ἕνεκεν γογγύζεις; ὅτι πένῃ; Ἀλλ' ἐννόει τὸν Ἰώβ. Ἀλλ' ὅτι νοσεῖς; Τί οὖν, εἰ τοσαῦτα συνειδὼς ἀγαθὰ σαυτῷ καὶ κατορθώματα, ὅσα ὁ ἅγιος ἐκεῖνος, ἐνόσησας; Ἐννόει πάλιν ἐκεῖνον, ὅτι ἐκεῖνος ἐπὶ πολὺν χρόνον σκώληκας βρύων, καὶ ἐπὶ τῆς κοπρίας καθήμενος, καὶ τὸν ἰχῶρα ξέων διετέλει· Χρόνου γὰρ, φησὶ, πολλοῦ παρῳχηκότος, εἶπε πρὸς αὐτὸν ἡ γυνή· Μέχρι τίνος καρτερήσεις λέγων, Ἀναμένω χρόνον ἔτι μικρόν; εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ἀλλὰ παῖς σου ἀπέθανε; Τί οὖν, εἰ πάντας ἀπέβαλες, καὶ θανάτῳ πονηρῷ, ὥσπερ ἐκεῖνος; Ἴστε γὰρ, ἴστε ὅτι πολλὴν ἔχει παραμυθίαν τὸ παρακαθῆσθαι νοσοῦντι, τὸ συμβαλεῖν στόμα, τὸ μύσαι ὀφθαλμοὺς, τὸ ἅψασθαι γενειάδος, τὸ τὰ τελευταῖα ἀκοῦσαι ῥήματα. Ἀλλ' οὐδενὸς τούτων ἠξιώθη ὁ δίκαιος, ἀλλὰ πάντες ὁμοῦ κατεχώσθησαν. Καὶ τί ταῦτα λέγω; εἰ προσετάγης αὐτὸς σφάξαι τὸν υἱόν σου καὶ καταθῦσαι καὶ καυθέντα ἰδεῖν, καθάπερ ὁ μακάριος ἐκεῖνος ὁ πατριάρχης, τί ἂν ἐποίησας; Ἐκεῖνος δὲ τίς ἄρα ἦν τὸ θυσιαστήριον οἰκοδομῶν, τὰ ξύλα ἐπιτιθεὶς, συμποδίζων τὸ παιδίον; Ἀλλ' ὀνειδίζουσί σέ τινες; Τίς ἂν οὖν ἦς, εἰ παρὰ φίλων ἐπὶ παραμυθίαν ἡκόντων ἤκουες ταῦτα; Νῦν μὲν γὰρ ἁμαρτήματα ἔχομεν πολλὰ, καὶ ὀνειδιζόμεθα εἰκότως· τότε δὲ ἐκεῖνος ὁ ἀληθινὸς, ὁ δίκαιος, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, τἀναντία τούτων ἤκουε παρὰ τῶν φίλων. Τί δὲ, εἰπέ μοι, εἰ τῆς γυναικὸς ὀνειδιζούσης ἤκουες λεγούσης, Ἐγὼ πλανῆτις καὶ λάτρις, τόπον ἐκ τόπου, καὶ οἰκίαν ἐξ οἰκίας περιερχομένη, προσδεχομένη τὸν ἥλιον πότε δύσει, καὶ ἀναπαύσομαι τῶν περιεχουσῶν με ὀδυνῶν; Τίνος ἕνεκεν ταῦτα λέγεις, ὦ ἀνόητε; μὴ γὰρ ὁ ἀνήρ σοι τούτων αἴτιος; Οὐχ οὗτος, ἀλλ' ὁ διάβολος. Εἰπόν τι ῥῆμα πρὸς Κύριον, φησὶ, καὶ τελεύτα. Εἶτα, ἂν ὁ κείμενος εἴπῃ καὶ τελευτήσῃ, σὺ ῥᾴων γέγονας; Οὐκ ἔστι νόσος ἐκείνης χαλεπωτέρα, κἂν μυριάκις εἴπῃς. Τοιαύτη ἦν, ὡς μηδὲ