1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

49

πάσης ἀξιῶν θεραπείας. Τὴν δὲ ἀλήθειάν σου τῶν λόγων κηρύττει τὰ πράγματα· ἐν παισὶ γὰρ τὰς ὑποσχέ σεις βεβαιοῖς, ἃς τῷ κυρίῳ μου δέδωκας. Οὕτως ὑμνήσας τὸν μεγαλόδωρον, προσφέρει τῇ κόρῃ τῆς μνηστείας τὰ σύμβολα. Καὶ κοσμεῖ μὲν χρυσῷ τὰ ὦτα, ὡς εὐπετῶς καὶ μάλα ταχέως τῶν ξένων τὰς αἰτήσεις δεχόμενα· κοσμεῖ δὲ τὰς χεῖρας ὡσαύτως, ὡς καλῶς ὑπουργούσας τῇ μεγαλοψυχίᾳ τῆς γνώμης. Ἐπειδὴ δὲ εἰς τὴν οἰκίαν εἰσελήλυθε, καὶ τοὺς ἐκείνης γεννήτορας ἐθεάσατο, καὶ τοῦ δεσπότου τὰς ἐντολὰς ἀπεκάλυψε, καὶ τοῦ Θεοῦ τὴν ἐπι κουρίαν ἐγνώρισε, καὶ θεραπείας, ἅτε δὴ γνώρι μος, πλείστης ὅσης ἀπήλαυσεν, ἆρα ἐπελάθετο τοῦ δεσπότου, καὶ κεντούμενος ὑπὸ φροντίδων τὸν δε σπότην παρεῖδε, καὶ τὴν οἰκείαν ἀνάπαυλαν τῆς ἐκείνου προτετίμηκε θεραπείας; Οὐδαμῶς. Ἀλλὰ καὶ τοῦ τὴν κόρην φύσαντος, καὶ τῆς γεννησαμένης, καὶ τοῦ τῶν ὠδίνων κοινωνήσαντος μένειν ἀντιβολούν των, ἵν' ὡς ἐκδημούσης τῆς κόρης πρὸς ὀλίγας γοῦν αὐτῆς ἀπολαύσωσιν ἡμέρας, οὗτος ἔλεγε· «Μὴ κατέχετέ με, ὅτι Κύριος εὐώδωκε τὴν ὁδόν μου· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.» Καὶ πανταχοῦ τοὺς λόγους τῇ θείᾳ προσηγορίᾳ κο 83.693 σμεῖ, καὶ τῶν ἀγαθῶν ἐκεῖθεν ἕλκει τὴν χορηγίαν, καὶ τὰ καθ' αὑτὸν ἐκείνης ἀνάπτει τῆς προμηθείας. Τί τοῦτον, εἰπέ μοι, παρέβλαψεν ἡ δουλεία; Τίς δὲ τῶν ἐν ἐλευθερίᾳ τεθραμμένων, καὶ ἐπ' ἐλευ θέροις γαυριώντων προγόνοις, τοσαύτης ἀρετῆς ἐπί δειξιν ἐποιήσατο; Ποίαν δὲ τῆς ἄκρας εὐσεβείας ὑπερβολὴν καταλίποι; Ἀλλ' ἴσως ἄν τις εἴποι τῶν συκοφαντίας ῥάπτειν ἐπισταμένων, καὶ τὰ καλὰ διαβάλλειν δεδιδαγμένων, ὡς ἡ τοῦ δεσπότου φιλοσο φία τοῦτον οὕτως ἐπαιδοτρίβησε, καὶ πρὸς ἐκεῖνον ὁρῶν οἷόν τι κάτοπτρον, εἵλκυσεν ἐκεῖθεν τοὺς τῆς ἀρετῆς χαρακτῆρας· οἱ δὲ πονηροὺς ἐσχηκότες δε σπότας, ἐκμάττονται πάλιν ἐκ τοῦ ἀρχετύπου τὸ μί μημα, καὶ τὰς τῆς πονηρίας ἀπαρχὰς ἐκεῖθεν λαμβάνοντες, ἐργάται γίνονται κακίας, ἐν ἑαυτοῖς τοὺς διδασκάλους δεικνύντες. Φέρε τοίνυν, τὸ ψεῦδος αὐτῶν διελέγξωμεν, καὶ δείξωμεν ὡς αὐθαίρετος καὶ τῆς ἀρετῆς καὶ τῆς κακίας ἡ κτῆσις, καὶ τὸν οὐ βουλόμενον οἰκέτην κακίᾳ συζῇν, οὐδεὶς ἂν πονηρὸς ἀναγκάσειε δεσπότης. Ἀγέσθω δὲ εἰς μέσον ὁ θειότατος Ἰωσὴφ, ὁ τῆς μὲν γυναικὸς ἐκείνης ἔκγονος, τοῦ δὲ πατριάρχου Ἀβραὰμ ἀπόγονος, ἐν ἦρι, ἐν ἀκμῇ, ἐν ὥρᾳ (τῶν γὰρ ὡρῶν ἡ ἀκμαιοτέρα τὸ ἔαρ τυγχάνει), ἐν ἦρι μὲν ἦν τῆς ἡλικίας, εἶχε δὲ τὸ ἄνθος τοῦ χρόνου, ὥρᾳ δὲ λάμπων κατὰ τὸ σῶμα, λαμπροτέραν εἶχε τοῦ σώ ματος τὴν ψυχήν. Ἐπέραστος δὲ ἦν τῷ πατρὶ, καὶ λίαν ἐράσμιος, οὐχ ὡς ὀψίγονος μόνον, ἀλλ' ὡς καὶ τοῖς τρόποις συμβαίνων, καὶ τῆς πατρῴας ἀρε τῆς ἐκμαγεῖον ὑπάρχων. Οὗτος ἐπειδὴ τοὺς ὀνεί ρους εἶδεν ἐκείνους, καὶ τῷ πατρὶ διηγήσατο τῶν ἀδελφῶν ἀκουόντων, πολεμεῖται μὲν εὐθὺς ὑπὸ τοῦ φθόνου, καὶ δέχεται λοιδορίας, ἃς ὁ φθόνος ἐγέννησε. Χρόνου δὲ ὀλίγου διελθόντος, οἱ τῶν ὀνείρων τὴν εὐκληρίαν οὐκ ἐνεγκόντες, ἀφικνούμενον πρὸς αὐτοὺς τὸ μειράκιον θεασάμενοι, ἐπιτρέχουσι μὲν ὡς θῆρες ἀρνίῳ ποίμνης κεχωρισμένῳ, καὶ τῆς τοῦ ποιμένος κηδεμονίας γεγυμνωμένῳ· καὶ μήτε τοῦ πατρὸς τὴν πολιὰν αἰδεσθέντες, μήτε τὸ γῆρας οἰκτεί ραντες, καθάπερ τινὶ βακτηρίᾳ τῷ νέῳ σκηριπτό μενον, μὴ τὴν τῆς φύσεως οἰκονομίαν, μὴ τῆς συγγενείας τὸ δίκαιον, μὴ τὴν τῆς ῥίζης ταυτότητα, μὴ τῆς ἡλικίας τὸ ἄωρον, καὶ κακίας ἀπείρατον, μὴ τὴν ἀκούσιον ὡς ἐν ὀνείροις ἡγεμονίαν, καὶ τῆς σκιᾶς ἁπάσης ἀδρανεστέραν τέως ἀρχὴν, ἐπεχείρησαν μὲν αὐτὸν εὐθὺς παραδοῦναι σφαγῇ, καὶ μιᾶναι τὰς χεῖρας αἵματι συγγενεῖ. Εἶτα τοῦ Ῥουβὴν ἀπαγορεύσαντος τὴν σφαγὴν, καὶ φυγεῖν τὴν κηλῖδα ταύτην παρακελεύσαντος, ἐν λάκκῳ τινὶ βραχὺν αὐ τὸν κατακρύψαντες χρόνον, ἀπεμπολοῦσι μικρὸν ὕστερον Ἰσμαηλίταις ἐμπόροις, καὶ θεραπεύουσι τῇ 83.696 πράσει τὸν φόνον, οὐδὲ βλέπειν ἀνασχόμενοι τὸν κατ' ὄναρ ἡγεμονεύσαντα. Τοιαύτας τοιγαροῦν δίκας ὑπὲρ ἐνυπνίων