50
φαιδρυνομένων τῇ νίκῃ· καὶ πάσαις ἐπινοίαις λάθρα τε καὶ ἐκ τοῦ προδήλου τὸν κατ' αὐτοῦ φόνον ὁ Σαοὺλ ἐξηρτύετο, νῦν μὲν κρύβδην τὰς ἐπιβουλὰς συσκευάζων, αὖθις δὲ διὰ τοῦ προδήλου τῶν ὅπλων ἁπτόμενος καὶ συγκινῶν κατ' αὐτοῦ τὸ ὑπήκοον. πολλῆς δὲ πολλάκις προσαχθείσης πείρας παρὰ τοῦ Σαοὺλ τῷ ∆αβὶδ τέλος παρὰ τοῖς Γετθαίοις γενόμενος πόλιν ᾤκησεν τῶν ἀλλοφύλων μίαν ἑκουσίως παραχωρησάντων αὐτῷ, ἐν ᾗ μετὰ τῶν συνασπιστῶν ἦν, δύο νομίμοις γυναιξὶ συνοικῶν, ὧν ἡ μὲν ἦν Ἰσραηλῖτις, ἡ δὲ τῶν κατὰ τὸν Κάρμηλόν τινος δυναστευόντων γενομένη γυνὴ μετὰ θάνατον ἐκείνου τῷ ∆αβὶδ συνοικήσασα. ταῦτα περιέχει ἡ ἱστορία. Τὸ τοίνυν κεκρατῆσθαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις οὐ τὴν ἐπὶ κακῷ γενομένην σύλληψιν περὶ αὐτοῦ διασημαίνει (οὐ γὰρ οὕτως ἐγένετο) ἀλλὰ τὴν ἀγαπητικὴν φιλοφροσύνην τε καὶ διάθεσιν. τὸν γὰρ ἐκ τῆς πατρῴας γῆς ἐλαυνόμενον οἱ Γετθαῖοι παρ' ἑαυτοῖς κατοικίζουσιν. τί οὖν ἄρα οὗτος ὁ τοῦ Ἰεσσαὶ ∆αβὶδ ὁ ἐξ ἀνθρώπων ἄνθρωπος τοσοῦτον τοῖς ἰδίοις ἄθλοις κατώρθωσεν, ὡς πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς τῶν ἁγίων ἐντολῶν παραβάσεως μακρυνθεῖσαν ἀπὸ 5.147 τοῦ θεοῦ πάλιν ἀνακαλέσασθαι κἀκείνῳ μηνύσαι τὰ τῆς στηλογραφίας αἰνίγματα; στηλογραφίαν δέ τις τὴν θεόπνευ στον γραφὴν ὀνομάζων οὐχ ἁμαρτήσεται. ἢ δῆλόν ἐστι διὰ τῆς κατὰ τὴν ἱστορίαν συμφράσεως, ὅτι τοσοῦτός ἐστιν ὁ ἔξω τῶν τῆς Ἰουδαίας ὄρων γενόμενος καὶ πόλιν ἐν ἀλλοφύλοις ἑαυτῷ συνοικήσας καὶ διπλῷ συναναπαυόμενος γάμῳ, τὴν μὲν τοῦ Ἰσραηλιτικοῦ γένους, τὴν δὲ ἐκ τῶν ἀλλοφύλων τῷ θαλάμῳ παραδεξάμενος, ὥστε εἰ χρὴ τρανότερον τὸν περὶ τούτου λόγον ἀπογυμνῶσαι, οὗτος ἐκεῖνός ἐστιν ὁ νικητής τε ὁμοῦ καὶ νυμφίος· δι' ὧν μὲν γὰρ κατηγωνίσατο τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ὁ δυνατὸς ἐν πολέμῳ τὸν ἄπειρον τοῦτον λαὸν τὸν ἐν τῷ ᾅδῃ κρατούμενον εἰς ἐλευθε ρίαν ἐξείλετο. τοῦ δὲ Ἰσραηλίτου λαοῦ φθόνῳ καὶ ζηλο τυπίᾳ πρὸς τὸν κατ' αὐτοῦ φόνον ὁρμήσαντος κρατεῖται δι' εὐνοίας παρὰ τῶν ἀλλοφύλων καὶ πόλιν ἐν αὐτοῖς συνίστησιν, τὴν ἐκκλησίαν λέγω, ἐν ᾗ κρατύνει τὴν ἑαυτοῦ βασιλείαν ὁ εἰπὼν τοῖς ὑπὸ τὸν νόμον τεταγμένοις ὅτι Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἐν ταύτῃ τῇ πόλει ἐστὶ μέν τι καὶ τῆς Ἰσραηλιτικῆς εὐγενείας κατὰ τὴν προφητικὴν ἀναφώνησιν, ἥ φησιν ὅτι Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ. οἱ γὰρ κατάρξαντες τοῦ λόγου τῆς πίστεως, οἱ κήρυκες τῆς ἀληθείας, οἱ θεμελιωταὶ τῆς ἐκκλησίας, οἱ μαθηταὶ λέγω καὶ ἀπόστολοι, ἐκ πηγῶν ἦσαν τοῦ Ἰσραήλ. Ἄρχοντες, φησίν, Ἰούδα, ἡγεμόνες αὐτῶν ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ. διὰ σημείων τινῶν καὶ συμβόλων προσημαίνει ἡ 5.148 προφητεία τὰ τοῦ γένους τῶν μαθητῶν ἰδιώματα, ἐν οἷς ἐστι καὶ ὁ νεώτερος Βενιαμὶν διὰ τῆς ἐκστάσεως παιδευθεὶς τὰ μυστήρια καὶ ἐκ σπέρματος Ἀβραὰμ καὶ φυλῆς Βενιαμίν, Παῦλος ὁ θεῖος ἀπόστολος. Πλὴν εἰ καὶ τῇ Ἰσραηλίτιδι συνοικεῖν ὁ βασιλεὺς ἱστορεῖται, ἀλλ' ἀγαπᾶται πλεῖον ἡ Ἀβιγαία, ᾗ συνῴκει τὸ πρότερον ὁ Καρμήλιος Νάβαλ, ὁ κυνικὸς ἐπίκλην, ὁ τραχὺς ἐκεῖνος καὶ ὄρειος, ὁ τὰ πρόβατα κείρων. οὗ διαφθαρέντος, συνοικεῖ τῷ βασιλεῖ ἡ γυνὴ καὶ βασιλέων γίνεται μήτηρ. ἡ μὲν οὖν ἐπιγραφὴ τῆς ψαλμῳδίας τοσαῦτα περιέχει μυστήρια, τὴν ὑπὲρ τοῦ λαοῦ τοῦ μακρυνθέντος ἀπὸ τῶν ἁγίων νίκην σημαίνουσα καὶ τὴν ἐπὶ τοῖς κατορθώμασιν ὑπὲρ τῶν ἀλλοφύλων στήλην, ἥτις διὰ τῶν ἐν αὐτῇ γραμμάτων τοῖς μὲν ἀπὸ τῆς ἀπιστίας τῶν Ἰουδαίων ὄνειδος ἕστηκεν τοῖς δὲ διὰ πίστεως σῳζομένοις ὁδηγία πρὸς τὸ ἀγαθὸν καὶ ὑπόδειγμα. αὐτὰ δὲ τῆς ψαλμῳδίας τὰ ῥήματα μᾶλλόν πως δοκεῖ οὐ τοσοῦτον πρὸς τὸν ἐκ τοῦ ∆αβὶδ ἀναφανέντα βασιλέα βλέπειν, ὅσον πρὸς αὐτὸν τὸν ∆αβὶδ τὸν κατὰ τῆς κακίας ἀγωνιστὴν καὶ τῆς ἀρετῆς ἐργάτην. οὐκ ἂν δέ τις ἀπᾴδειν εἴποι τὰ τῆς ψαλμῳδίας νοήματα πρὸς τὰ τῆς ἐπιγραφῆς αἰνίγματα. ὁ γὰρ πρὸς τὴν θεολογίαν ἀληθῶς καὶ καθ' ὃν δεῖ τρόπον βλέπων σύμφωνον ἀποδείξει πάντως τὸν βίον τῇ πίστει. τοῦτο δὲ οὐκ ἄλλως εἰ μὴ τῆς σαρκικῆς ἐπαναστάσεως διὰ τῶν τῆς