50
ἐν οἰκίᾳ καὶ ὑπωρόφιον εἶναι δύνασθαι· τοιαύτη ἦν, ὡς πάντας ἀπαγορεύειν. Οὐ γὰρ ἂν, εἰ μὴ ἀνίατα ἐνόσησεν, ἔξω τῆς πόλεως ἐκάθητο, 62.243 τῶν ἐλέφαντι κατεχομένων χείρων ὤν. Οὗτοι μὲν γὰρ καὶ εἰς οἰκίας εἰσίασι, καὶ συναγελάζονται ἀλλήλοις· ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἐπὶ τῆς κοπρίας γυμνὸς, οὐδὲ ἱμάτιον περιβαλέσθαι ἠδύνατο. Πῶς γάρ; ἴσως ἂν καὶ προσετέθη ἄλγος ταῖς ἀλγηδόσι. Τήκω γὰρ βώλακας γῆς, φησὶν, ἀπὸ ἰχῶρος ξέων. Ἰχῶρας αὐτῷ αἱ σάρκες καὶ σκώληκας ἔτικτον, καὶ τοῦτο διηνεκῶς. Ὁρᾷς πῶς ἕκαστος ἡμῶν ναρκᾷ ταῦτα ἀκούων; Εἰ δὲ ἀκοῦσαι οὐκ ἀνεκτὰ ταῦτα, ἰδεῖν ἀνεκτά; Εἰ δὲ ἰδεῖν οὐκ ἀνεκτὰ, πολλῷ μᾶλλον παθεῖν. Ἀλλ' ὅμως ἔπαθεν ὁ δίκαιος, καὶ οὐκ ἐπὶ δύο ἡμέρας ἢ τρεῖς, ἀλλ' ἐπὶ χρόνῳ πολλῷ, καὶ οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ. Ποίαν ἔχεις μοι τοιαύτην νόσον εἰπεῖν, ὀδύνας ἔχουσαν πολλάς; πηρώσεως γὰρ οὐ χεῖρον τοῦτο ἦν; Βρόμον γὰρ ὁρῶ, φησὶ, τὰ σῖτά μου. Καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ' οὐδὲ ὃ τοῖς ἄλλοις ἀνάπαυσίς ἐστιν ἡ νὺξ καὶ ὁ ὕπνος, τοῦτο ἐκείνῳ παραμυθίαν τινὰ ἔφερεν, ἀλλὰ χαλεπωτέρα ἦν πάσης βασάνου. Καὶ ἄκουε αὐτοῦ λέγοντος· Ἵνα τί με φοβεῖς ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις; Ἐὰν γένηται πρωῒ, λέγω, Πότε ἑσπέρα; Καὶ τοιαῦτα πάσχων οὐκ ἐγόγγυσεν. Οὐ τοῦτο δὲ μόνον ἦν τὸ δεινὸν, ἀλλὰ καὶ ἡ παρὰ τῶν πολλῶν πονηρὰ δόξα· ὡς γὰρ μυρίων ἔνοχον κακῶν εἶχον λοιπὸν, ἀφ' ὧν ἔπασχε. Τοῦτο γοῦν καὶ οἱ φίλοι αὐτῷ ἔλεγον· Οὐκ ἄξια ὧν ἡμάρτηκας μεμαστίγωσαι. ∆ιὸ καὶ αὐτὸς ἔλεγε· Καὶ νουθετοῦσί με ἐλάχιστοι, οὓς οὐκ ἀξίους ἡγησάμην κυνῶν τῶν ἐμῶν νομάδων. Πόσων τοῦτο θανάτων οὐ χεῖρον; Ἀλλὰ τοσούτῳ κλύδωνι πάντοθεν βαλλόμενος, καὶ πάντοθεν αἰρομένου τοῦ χειμῶνος χαλεποῦ, συννεφείας, ζάλης, σκηπτῶν, ἰλίγγων, στροβίλων, ἔμενεν αὐτὸς ἀκλινὴς, καθάπερ ἐν γαλήνῃ καθήμενος τῷ κλύδωνι τῷ τοσούτῳ, τῷ οὕτω χαλεπῷ, καὶ οὐκ ἐγόγγυσε· καὶ ταῦτα πρὸ τῆς χάριτος, πρὶν ἢ περὶ ἀναστάσεώς τι λεχθῆναι, πρὶν ἢ περὶ γεέννης καὶ κολάσεως καὶ τιμωρίας. Ἡμεῖς δὲ καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν ἀκούοντες, καὶ μυρία ὁρῶντες παραδείγματα, καὶ τοὺς περὶ ἀναστάσεως μαθόντες λόγους, ἀσχάλλομεν ἔτι, καίτοι οὐδεὶς ἂν ἔχοι λέγειν ἑαυτῷ τοσαῦτα συμπεπτωκότα. Εἰ γὰρ καὶ χρήματά τις ἀπώλεσεν, ἀλλ' οὐ παῖδας καὶ θυγατέρας τοσαύτας, καὶ εἰ ἀπώλεσεν, ἴσως ἁμαρτών· ἐκεῖνος δὲ ἐξαίφνης ἐν μέσαις ταῖς θυσίαις, ἐν μέσῃ τῇ θεραπείᾳ τῇ πρὸς τὸν Θεόν· καὶ εἰ παῖδας καὶ χρήματα ὁμοῦ τοσαῦτα, ὅπερ ἀδύνατον, ἀλλ' οὐχὶ καὶ ἥλκωτο διαπαντὸς, καὶ ἰχῶρας ἔξεεν· εἰ δὲ καὶ τοῦτο, ἀλλ' οὐχὶ τοὺς ἐπεμβαίνοντας εἶχε καὶ ὀνειδίζοντας· ὅπερ μάλιστα πάντων δάκνειν ἡμᾶς εἴωθεν, ἢ αἱ συμφοραί. Εἰ γὰρ τοὺς παρακαλοῦντας ἔχοντες ἐν τοῖς κακοῖς καὶ παραμυθουμένους καὶ ἐλπίδας ἡμῖν ὑποτείνοντας χρηστὰς, οὕτως ἀλύομεν, ἐννόησον τί ἦν ὀνειδίζοντας ἔχειν. Εἰ τὸ, Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον, δεινὸν καὶ ἀφόρητον, τὸ ἀντὶ τῶν παρακαλούντων ὀνειδίζοντας εὑρεῖν πόσον κακόν; Παρακλήτορες, φησὶ, κακῶν πάντες. δʹ. Εἰ ταῦτα διαπαντὸς ἐστρέφομεν, εἰ ταῦτα ἐλογιζόμεθα, οὐκ ἂν ἡμᾶς ἐλύπησέ τι τῶν παρόντων, εἰς ἐκεῖνον ὁρῶντας τὸν ἀθλητὴν, εἰς τὴν ἀδαμαντίνην ψυχὴν, εἰς τὴν ἀῤῥαγῆ καὶ χάλκεον διάνοιαν· ὥσπερ γὰρ χαλκοῦν ἢ λίθινον περικείμενος σῶμα, αὐτὸς ἅπαντα ἔφερε γενναίως καὶ καρτερικῶς. Ταῦτα ἐννοοῦντες, πάντα ποιῶμεν χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. Ποιεῖς τι ἀγαθὸν, καὶ γογγύζεις; διὰ τί; ἀνάγκη γάρ σοι ἐπίκειται; Οἶδα, φησὶν, ὅτι πολλοὶ πλησίον ἀναγκάζουσιν ὑμᾶς γογγύζειν (τοῦτο γὰρ ᾐνίξατο, εἰπὼν τὸ, Ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης)· ἀλλὰ τοῦτό ἐστι τὸ θαυμαστὸν, τὸ καὶ παρακνιζόμενον μηδὲν πάσχειν τοιοῦτον. Καὶ γὰρ οἱ ἀστέρες ἐν