1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

50

ἔφθασεν εἰς τὸ σπουδα 155 ζόμενον. τὸ δὲ ἦν διηγήσασθαι ἡμῖν τὰ περὶ τοῦ δυσσεβοῦς καὶ θεοστυγοὺς ἀντιχρίστου. οὗτος οὖν ἐν μέσῳ πρόκειται νῦν, καὶ ὅρα τί φησι περὶ αὐτοῦ. καὶ εἶδον ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. καὶ τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. καὶ ποιεῖ τὴν γῆν καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ἵνα προσκυνήσουσι τὸ θηρίον τὸ πρῶτον, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. καὶ ποιεῖ σημεῖα μεγάλα ἵνα πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ καταβαίνειν εἰς τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. καὶ εἶδόν φησι ἄλλο θηρίον ἀναβαῖνον ἐκ τῆς γῆς, ὅθεν καὶ πᾶσιν ἀνθρώποις ἡ ἀρχὴ τῆς γενέσεως. ἄνθρωπος γὰρ ὁ ἀντίχριστος, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ ∆ιαβόλου, ὡς τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ. καὶ εἶχε κέρατα δύο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δράκων. εἰκότως ἔφη μὴ ἔχειν αὐτὸν κέρατα ἀρνίου, ἀλλὰ ὅμοια ἀρνίου, καὶ μὴ εἶναι δράκοντα, ἀλλὰ λαλεῖν ὁμοίως δράκοντι. ἐπειδὴ γὰρ ὁ ἀλητήριος πλάττεται εἶναι ὁ Χριστός, οὐκ ἔστι δέ, ὅμοια ἀρνίου δέδωκεν αὐτῷ κέρατα. καὶ ἐπειδὴ διὰ πάσης δίεισιν ἀνοσιουργίας ἶσα τῷ ∆ιαβόλῳ, οὐ μὴν ἔστιν ὁ ∆ιάβολος, οὐκ ἔφη αὐτὸν δράκοντα, ἀλλὰ λαλεῖν ὡς δράκοντα. ἐπεὶ οὖν ταῦτα οὕτως, ἐφύλαξεν αὐτῷ τὴν εἰκόνα καὶ ἐν τῇ ὀπτασίᾳ ὁ λόγος, καὶ δίδωσιν αὐτῷ σχῆμα οὐκ ἀρνίου, ἀλλ' ὅμοιον ἀρνίου, οὔτε δράκοντος, ἀλλ' ὅμοιον δράκοντι. ἀρνίον μὲν γὰρ ὁ Χριστὸς εἴρηται, δράκων δὲ ὁ ∆ιάβολος, ἀλλ' οὔτε τοῦτο ἦν οὔτε ἐκεῖνο. καὶ τὴν ἐξουσίαν φησὶ τοῦ πρώτου θηρίου, πᾶσαν ποιεῖται ἐνώπιον αὐτοῦ. τουτέστιν διάδοχος 156 τῆς ἐξουσίας γίνεται τοῦ ∆ιαβόλου, καὶ παρασκευάζει πάντας ἐκείνῳ προσκυνεῖν, οὗ ἐθεραπεύθη ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ. τοῦτο ἐν τοῖς φθάσασιν εἴρηται. νῦν δὲ μόνον ἐπισημήνασθαι δεῖ. ἐπειδὴ γὰρ ἔφη ὅτι τὴν ἐξουσίαν τοῦ πρώτου θηρίου πᾶσαν ποιεῖται ἐνώπιον αὐτοῦ, πρῶτον δὲ πάντων εἰρήκει τὸν δράκοντα τὸν πυρρόν, ὃν ἔδειξεν ἐν τῷ οὐρανῷ γεγραμμένον ἡ ὀπτασία, ἵνα μήτις περὶ αὐτοῦ νομίσῃ λέγειν νῦν αὐτὸν ὡς τὴν ἐξουσίαν ἔλαβε τοῦ πρώτου θηρίου, οὐ περὶ ἐκείνου φησὶ τοῦ πάντων πρώτου λέγω, ἀλλὰ τοῦ μετ' ἐκεῖνον μέν, πρώτου δὲ τοῦ ἀντιχρίστου, ὃν ἡ ὀπτασία ἔδειξεν ἐκ τῆς θαλάσσης ἀναβαίνοντα ὅμοιον παρδάλει. τούτου γὰρ ἡ πληγὴ τοῦ θανάτου ἰάσθη κατὰ τὰ πρόσθεν εἰρημένα. καὶ ποιεῖ σημεῖα μεγάλα, ἵνα πῦρ ποιῇ ἐκ τοῦ οὐρανοῦ καταβαίνειν ἐπὶ τῆς γῆς ἐνώπιον τῶν ἀνθρώπων. καὶ τὸ ποιεῖν σημεῖα καὶ τέρατα κατ' ἐνέργειαν τοῦ ∆ιαβόλου μαρτυρεῖται παρὰ τοῦ ἀποστόλου· μετὰ γὰρ τὸ εἰπεῖν οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ἐπάγει ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους. καὶ πλανᾷ φησι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ὡς ἔχει τὴν πληγὴν τῆς μαχαίρας καὶ ἔζησε. καὶ ἐδόθη αὐτῷ δοῦναι πνεῦμα τῇ εἰκόνι τοῦ θηρίου, ... ἀποκτανθῶσιν. καὶ ποιεῖ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους, καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχοὺς, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους, ἵνα δώσει αὐτοῖς χάραγμα ... τὸ ὄνομα τοῦ θηρίου, ἢ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. ᾧδε ἡ σοφία 157 ἐστίν· ὁ ἔχων νοῦν ψηφισάτω τὸν ἀριθμὸν τοῦ θηρίου, ἀριθμὸς γὰρ ἀνθρώπου ἐστί· καὶ ὁ ἀριθμὸς αὐτοῦ ἐστιν, ἑξακόσια ἑξήκοντα ἕξ. καὶ πλανᾷ φησι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα. ποιεῖ μὲν γὰρ σημεῖα, κλέπτων δὲ τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων, ὥσπερ καὶ οἱ φαρμακοὶ ἐνώπιον τοῦ Φαραώ· ἑνὶ γὰρ ἐστρατηγοῦντο δαίμονι πλάνῳ ἐκεῖνοί τε καὶ οὗτος. καλῶς δὲ ἔφη ποιεῖν αὐτὸν τὰ σημεῖα ἐνώπιον τοῦ θηρίου. ἐπειδὴ γὰρ εἰκόνα αὐτῷ ἀναστηλώσει, ἣν καὶ προσκυνεῖν πάντας βιάσεται, παρ' αὐτῇ τὰ σημεῖα δῆθεν ἐπιτελέσει, ὡς θειάζων τὴν εἰκόνα, ὅτι δὴ παρ' αὐτῆς ἔχει τὸ δύνασθαι ταῦτα. καὶ ἐδόθη αὐτῷ φησι δοῦναι πνεῦμα τῇ εἰκόνι. πολλὰ γάρ φασι τῶν ἀγαλμάτων καὶ ἰδροῖ καὶ δοκεῖ λαλεῖν ἐνεργείᾳ διαβολικῇ. φασὶ δὲ καὶ διδόναι χάραγμα καὶ σφραγῖδα τὸν ἀντίχριστον τοῦ οἰκείου ὀνόματος, ἧς ἄνευ οὔτε ὠνήσεταί τις οὔτε