1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

50

τίσας ὁ Ἰωσὴφ, ἄγεται μὲν εἰς τὴν Αἴγυπτον, ἀποδίδοται δὲ πάλιν τῷ Πεντεφρῇ· ἀρχι μάγειρος δὲ ἦν οὗτος τοῦ βασιλέως. Ἀλλὰ κἀνταῦθα γενόμενος, τὴν πατρῴαν ἐλευθερίαν ἐφύλαξε, καὶ τὴν τῶν προγόνων εὐγένειαν ἀκήρατον διετήρησε, καὶ οὐ συμμετέβαλε τῷ καιρῷ τὴν γνώμην, οὐδὲ ταῖς συμφοραῖς ἠκολούθει ἡ τῶν τρόπων ἐναλλαγὴ, οὐδὲ καθάπερ χρόαν ἐνήλλαξε τὴν προαίρεσιν, ἀλλὰ καὶ τὸν βίον ἀμείψας, καὶ ἐξ ἐλευθερίας εἰς δουλείαν μεταπεσὼν, ἐπὶ τῆς προτέρας ἠρήρειστο γνώ μης, καὶ λέγων ὁτιοῦν καὶ πράττων, προλάμπουσαν εἶχε τὴν αἰδῶ τῷ μετώπῳ. Τούτου χάριν καὶ παρ αυτίκα τιμῆς ἁπάσης ἀξιοῦται, καὶ τῆς δεσποτικῆς οἰκίας τοὺς οἴακας ἐγχειρίζεται. Καὶ τοῖς μὲν δεσπό ταις τὴν εὔνοιαν, τοῖς δὲ ὁμοδούλοις τὴν ἐπιείκειαν διετέλει προσφέρων. Καὶ περὶ τοὺς τετιμηκότας εὐγνώμων γινόμενος, τῶν ἰθυνομένων ἐποιεῖτο τὴν προσήκουσαν ἐπιμέλειαν. Καὶ ἦν τούτοις κἀκείνοις ἐπέραστος. Σύμμετρον γὰρ τῇ ἀρετῇ τὴν χάριν θεόθεν ἐδέχετο, μᾶλλον δὲ πολλαπλασίους τῶν πόνων ἐδρέπετο τοὺς καρπούς. ∆ιὰ τοῦτο ὅσα αὐτὸς ἐποίει, Κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ. Ἀλλὰ πάλιν αὐτὸν ἐντεῦθεν ἕτερος διεδέξατο κλύδων, καὶ τὴν τῆς δουλείας τρικυμίαν χαλεπωτέρα πάλιν ἐξεδέ ξατο ζάλη· καὶ τὸ μὲν ἔλιπεν αὐτὸν κῦμα, τὸ δὲ κατέλαβε. Καὶ διὰ τοσούτων κυμάτων καὶ πνευ μάτων ὁδεύων, ἀβάπτιστον τὸ σκάφος διέσωσεν. Ἦν, ὡς εἴρηται, νέος τῇ ἀκμῇ τῆς ἡλικίας κοσμούμενος, οἷόν τι ἄνθος ἄρτι τῶν καλύκων προκύψαν, τοὺς ἰούλους ἔχων ἐπὶ τὴν γένυν καθέρ ποντας, καὶ στεφάνου δίκην παρειὰν ταινιοῦν τας· αἴγλην ὥρας ἀφιεὶς, κοσμιότητι μεμιγμένην, ἐλευθερίᾳ κεκραμένην· αἰδῶ τοῖς μετώποις ἔχων ἐγκαθημένην, πειθῶ τοῖς χείλεσιν ἐφιζάνουσαν. Ταῦθ' ἡ δέσποινα διηνεκῶς ὁρῶσα, δέον ὠφέλειαν ἐντεῦθεν ἀρύσασθαι, εἰς τὸ τῆς ἀκολασίας βάραθρον ἐνέπεσεν. Ὡς δὲ τῇ ὕλῃ τῆς θεωρίας ἔνδοθεν τῆς ἐπιθυμίας ἡ φλὸξ εἰς ὕψος ἠγείρετο, καὶ ὁ λογισμὸς παραυτίκα τὸν σπινθῆρα μὴ κατασβέσας, μεγίστην ὕστερον τὴν πυρὰν γενομένην οὐκέτι ἴσχυε σβέσαι, τηνικαῦτα σύμμαχον τὴν ἀναίδειαν ἐκείνη λα βοῦσα, σαγηνεύειν λόγοις ἐπειράθη τὸν νέον. Ὡς δὲ κρεῖττον ἐφάνη τῶν δικτύων τὸ θήραμα, καὶ ῥᾳδίως τοὺς παγέντας ὑπερεπήδησε στάλικας, καὶ οὓς πο τνιωμένη προσήνεγκε λόγους ἑταιρικοὺς καὶ ἡδονῇ κεχρωσμένους, ἀπῆλθον ἄπρακτοι καὶ ἀνόνητοι, τηνικαῦτα λοιπὸν τοῖς λόγοις ἐῤῥῶσθαι φράσασα, ἔργῳ προσφέρει τὴν πεῖραν, καὶ σύμμαχον λαβοῦσα τῶν θαλάμων τὴν ἐρημίαν, κατέχει τὸν νέον, δοῦλον αὐτὸν τῶν παθῶν, ἀλλὰ οὐ δεσπότην νομίσασα. Ὁ δὲ τῇ μὲν τῶν ἀνθρώπων οὐκ ἐθάῤῥησεν ἐρημίᾳ, τὸν δὲ πανταχοῦ παρόντα ὀφθαλμὸν ἐθεάσατο· 83.697 καὶ οὔτε τὴν δουλείαν ἐπὶ νοῦν ἔλαβεν, οὔτε τὴν ἐκείνης ἔδεισε δεσποτείαν, οὔτε τῆς συμφορᾶς τὸ μέγεθος, ἧς ὑπέμεινε, λογισάμενος, ἐφεῖναι τὰς τῶν παθῶν ἠθέλησεν ἡνίας, ὡς οὐδενὸς ἐφορῶντος τὰ ἀνθρώπινα, καὶ ποινὴν ἀπαιτοῦντος τοὺς ἀδικεῖν προαιρουμένους. Ἀλλ' ἀντέταξε τὸν λογισμὸν καὶ δουλείᾳ, καὶ δεσποτείᾳ, καὶ βίου μεταβολῇ, καὶ ἐπιθυμίας ὁρμῇ, καὶ ἡλικίᾳ πυρπολουμένῃ, καὶ λό γοις πιθανοῖς καὶ κωτίλοις δούλῳ παρὰ δεσποί νης προσφερομένοις, καὶ κατηγόρων ἐρημίᾳ, καὶ προσδοκωμένῃ συκοφαντίᾳ, καὶ μυρίαις ἐντεῦθεν συμφοραῖς φυομέναις. Καὶ πρῶτον τοῖς τῆς δουλείας νόμοις χαίρειν εἰπὼν, καὶ τὴν τοῦ συμβούλου καὶ διδασκάλου τάξιν ἀναλαβὼν, γίνεται σωφροσύνης συνήγορος, καὶ ἀκολασίας κατήγορος. Καὶ τῇ πρε σβυτέρᾳ ὁ νέος, καὶ τῇ δεσποίνῃ δοῦλος, καὶ τῇ ἀνδρὶ συνεζευγμένῃ, καὶ τὴν ἐπιθυμίαν ἐννόμως ἀναπιμπλάναι δυναμένῃ, ὁ γάμου ζυγὸν οὐδέπω δεξάμενος, ἀλλὰ σφοδρὰς δεχόμε νος τῆς ἐπιθυμίας τὰς προσβολὰς, περὶ σωφροσύ νης προσφέρει παραίνεσιν. Ἄξιον δὲ καὶ αὐτῶν ἐκεί νων τῶν ἱερῶν τοῦ σώφρονος ἀκοῦσαι ῥημάτων. «Εἰ ὁ κύριός μου, φησὶν, οὐ γινώσκει οὐδὲν δι' ἐμὲ ἐν τῷ οἴκῳ αὑτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτοῦ δέδω κεν εἰς τὰς χεῖράς μου, καὶ