1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

51

γοῦν εὑρεῖν ἀνθρώπους δοξάζεσθαι θέλοντας ἐπὶ πολυοινίᾳ. ἐπερ · πῶς κρυπτά; - διττῶς εἶπον τὰ κρυπτά· εἰσὶν ἐν λογισμοῖς ἁμαρτήματα. οὐ μόνον οὖν ὁ σπουδαῖος καὶ φαῦλος τὰ πρακτικὰ παραιτεῖται, ἀλλὰ καὶ τὰ κρυπτά, ὡς 76 καὶ εὐχὴν ἀναπέμπειν· "ἀπὸ τῶν κρυφίων μου καθάρισόν με". ἄλλως δὲ κρυπτὰ λέγεται τὰ ἀγνοούμενα. περὶ πάντων τῶν φανερῶν παραπτωμάτων θαρσήσας ὁ ἅγιος ὅτι ἄπεισιν αὐτοῦ, λέγει· "παραπτώματα τίς συνήσει"; σπάνιός ἐστιν ὁ συνιεὶς τὰ παραπτώματα. ἐπεὶ οὖν ἐνχωρεῖ κἀμὲ ἀγνοεῖν αὐτά, "ἀπὸ τούτων με καθάρισον. φεῖσαι ἀπὸ ἀλλοτρίων τοῦ δούλου σου"· ἀλλότρια γάρ μού εἰσιν, τῆς οὐσίας μου, καὶ αὐτὰ καὶ οἱ ἐνεργοῦντες αὐτὰ κατ' ἐμοῦ. καὶ λοιπὸν ἐπιφέρει· "ἐὰν μή μου κατακυριεύσουσιν". ἐὰν μὴ τὰ κρυπτὰ κατακυριεύσουσιν, "τότε ἄμωμος ἔσομαι". καὶ ἐπιφέρει· "καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης". ἐλέγομεν ταῦτα ἐν λογισμοῖς εἶναι, καὶ οὕτω γε εἶναι ὡς ἀγνοεῖσθαι τῷ ἔχοντι. πῶς οὖν ὁ ἀπὸ τούτων καθαιρόμενος "ἀπὸ ἁμαρτίας μεγάλης" καθαίρεται; οἶδας ὅτι τὸ "μέγα" τῶν πρός τί ἐστιν. ὡς πρὸς τὸν θέλοντα εἶναι ὁλοκάθαρον καὶ τὰ βραχέα τῶν ἁμαρτημάτων δοκεῖ μεγάλα εἶναι. καὶ ἔλαβόν ποτε παράδειγμα τοιοῦτο ὅτι· ἐὰν ἱμάτιον πολλάκις ἄλλοθεν ἔχῃ ῥύπον, κἂν θίγῃ τις αὐτοῦ, κἂν ἅψηται, οὐ δοκεῖ προσειληφέναι τι. ἐὰν δὲ εὐθέως ᾖν ἀπὸ γναφείου κομισθέν, καὶ ἡ ψηλάφησις τῶν δακτύλων δοκεῖ μῶμος εἶναι, δοκεῖ ποιεῖν αὐτῷ ἀκάθαρτόν τι. ὁ ὁλοκάθαρος οὖν ἀνὴρ καὶ τὸ βραχὺ ἐν λογισμῷ μεγάλην ἁμαρτίαν ἡγεῖται. δυνατὸν δὲ καὶ οὕτως εἰπεῖν διάνοιαν πάντας δυναμένην ὠφελεῖν· πρὸς τὴν πρακτικὴν ἁμαρτίαν βραχυτάτη ἐστὶν ἡ ἐν λογισμοῖς. εἴ τις εἶδεν γυναῖκα πρὸς ἐπιθυμίαν καὶ ἔστησεν μέχρι τῆς προπαθείας τὴν ὄρεξιν, οὐ πράξει τὴν πρακτικήν. ἐὰν οὖν αὐτὴ περιαιρεθῇ ἡ προπάθεια, καθαίρεταί τις ἀπὸ ἁμαρτίας μεγάλης, ἀπὸ πρακτικῆς ἁμαρτίας καθαρίζεται. εἰς τοσαύτην καθαρότητα ὁ ταῦτα λέγων ἐληλύθει ὡς λέγειν που· "εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος". ὥσπερ ἐπιζήμιόν τι καὶ κόλασιν καθ' ἑαυτοῦ φέρει, ἐὰν ἔχῃ ἐν καρδίᾳ ἀδικίαν. λέγει· "διὰ τοῦτο εἰςήκουσέν μου ὁ θεός", προσυπακουομένου· "διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός", "ὅτι οὐκ ἐθεώρουν μου ἐν καρδίᾳ ἀδικίαν". εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ, μὴ δεξάσθω τὴν εὐχήν. "διὰ τοῦτο" οὖν "εἰσήκουσέν μου". ἔλεγον τοῦτο ὅτι ὁ ἐπὶ θεῷ τὴν πεποίθησιν ἔχων πάντα κατορθοῖ τὰ ἄξια τοῦ κατορθωθῆναι· οὐ γὰρ ἐκεῖνα λέγω κατορθοῖν ἃ ἀπαγορεύει θεός. ἔλαβόν ποτ' ἐκεῖνο τό· "καὶ αἰσχυνθήτωσαν καὶ ἀπολέσθωσαν". τί δὲ ἕπεται τῷ αἰσχυνθῆναι καὶ ἀπολέσθαι ἢ τὸ γνῶναι "ὅτι ὄνομα κύριός" ἐστιν; ὁ θεὸς λέγει γοῦν πρός τινα μετὰ τὰ κακὰ ποιεῖν καὶ φρονεῖν ἀπαυθαδιζομένην· "αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου". ἀτιμίᾳ ὑπεβλήθης. σὺ τὴν πρόφασιν δέδωκας· ἐποίησας γὰρ ἐκεῖνα τὰ ἀτιμίαν 77 σοι ἐπιφέροντα. αἰσχύνθητι οὖν ἐφ' οἷς ἔπραξας, καὶ λαβὲ τὴν ἀτιμίαν σου μὴ λέγουσα ὅτι· "οὐχ ἥμαρτον"· τῷ γὰρ θεῷ ἔλεγεν· "οὐχ ἥμαρτον", ὡς τὸν θεὸν λέγειν· "ἰδοὺ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σέ· οὐχ ἥμαρτον". καὶ κρίνομαι πρὸς σέ, οὐχ ἵνα καταδικάσω σέ, ἀλλ' ἵνα αἰσχυνθεῖσα παύσῃ τῆς ἀτιμίας. 2 μηδὲ καταγελασάτωσάν μου οἱ ἐκθροί μου. τότε οἱ ἐκθροί μου καταγελῶσίν μου, ὅταν λέγων ἐπὶ σὲ πεποιθέναι τὰ αἰσχύνης ποιητικὰ ἐνεργῶ. ἐμοῦ εἰσιν ἐκθροί, οὐκ ἐγὼ αὐτῶν. διὰ τοῦτο καὶ ὁ σωτὴρ λέγει· "ἀγαπᾶτε τοὺς ἐκθροὺς ὑμῶν". δοκεῖ ἡ προσθήκη παρέλκειν· ἔδει γὰρ εἰπεῖν· "ἀγαπᾶτε τοὺς ἐκθρούς"· ἀλλ' ἐπεὶ οἱ Χριστοῦ δοῦλοι οὐκ ἔχειν ἐχθροὺς ὀφείλουσιν, ἄλλοι δὲ θέλουσιν εἶναι ἐχθροί, ἐκείνους ἀγαπάτωσαν. ὁ τόπος ἐκεῖνος ὁ παρὰ Ἀριστοτέλει πώς ποτε δοκεῖ πρὸς πολιτισμὸν καλῶς ἔχειν. λέγων περὶ προηγουμένου καὶ ἑπομένου ἔλεγεν· προηγουμένως θέλομεν τοὺς φίλους δικαίους εἶναι, κἂν μακρὰν ὦσιν. κατὰ συμβεβηκὸς δὲ τοὺς ἐχθροὺς θέλομεν εἶναι δικαίους, ἵνα μηδὲν βλάπτωσιν. δι' ἑαυτοὺς καὶ τοῦτο θέλομεν. οἱ δὲ ἀπόστολοι