1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

51

κατ' ἐμοῦ λαλοῦσιν· 19,19a ἐβδελύξαντο δέ με οἱ ἰδόντες με, 19b καὶ οὓς ἠγάπων, ἐπανέστησάν μοι. 19,20a ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, 20b τὰ δὲ ὀστᾶ μου ἐν ὀδύναις ἔχεται. 19,21a ἐγγίσατέ μοι, ἐλεήσατε, ὦ φίλοι, ἐλεήσατέ με· 21b χεὶρ γὰρ κυρίου ἐστὶν ἡ ἁψαμένη μου. 19,22a διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, 22b ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε; 19,23a τίς δὲ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου; ἤτοι τὰ τῆς συμφορᾶς ἤτοι τὰ τοῦ βίου, τὰ ἐν ταῖς ἀρεταῖς, ἃ ἐμαρτύρει αὐτῷ, ὅτι οὐκ ἦν πονηρός. γίνεται δὲ τοῦτο ἐκ τοῦ σφόδρα συνειδέναι ἑαυτῷ. «οὕτω γὰρ θαρρῶ», φησίν, «οὐδένα ἠδικηκώς, ὥστε ἐβουλόμην καὶ μετὰ ταῦτα γραφῆναι τὰ τῆς συμφορᾶς, ἐπειδὴ φέρει τινὰ καὶ τοῦτο παραμυθίαν.» 130 19,23b τεθῆναι δὲ αὐτὰ ἐν βίβλῳ εἰς τὸν αἰῶνα, 19,24a ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ 24b ἢ ἐν πέτραις ἐγγλυφῆναι; ἰδού, ἐγράφη οὐκ ἐν γραφείῳ σιδηρῷ, ἀλλὰ πολλῷ μᾶλλον οὗ ᾔτησεν. ἐκεῖνα μὲν γάρ, εἰ καὶ ἐγένετο, χρόνος ἀνάλωσεν, ταῦτα δὲ μειζόνως ἐγράφη. 19,25 οἶδα γάρ, φησίν, ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ τῆς γῆς. τουτέστιν· «ὁ μέλλων με παραπέμπειν τῇ γῇ θεός.» καὶ τί τοῦτο; εἰ ἀθάνατός ἐστιν ὁ θεός, διὰ τί βούλει τὰ ῥήματά σου γραφῆναι καὶ μένειν διὰ παντὸς εἰς μνήμην ἀθάνατον; ὅρα, οἷον πάθος τοῖς ἐν δυσπραγίαις ἐστίν· οὐ τοὺς παρόντας μόνον καὶ ὁρῶντας, ἀλλὰ καὶ τοὺς ὕστερον ἐσομένους βούλονται μάρτυρας εἶναι τῶν οἰκείων συμφορῶν, ὥστε πάντοθεν οἷον θηρᾶσθαί τινα συμπάθειαν. ὃ δή μοι δοκεῖ καὶ ὁ πλούσιος τότε πεπονθέναι τοὺς ὑπὲρ γῆς βουλόμενος τὰ οἰκεῖα διδάξαι κακὰ καὶ ἐν τίσιν ἐστὶν ὁ τρυφῶν πρὸ τούτου. 19,26a ἀναστήσει δέ μου τὸ σῶμα τὸ ἀναντλοῦν ταῦτα· 26b παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη. ἆρα ᾔδει περὶ ἀναστάσεως; ἐμοὶ δοκεῖ καὶ περὶ ἀναστάσεως σωμάτων, εἰ μή τις λέγοι ἀνάστασιν εἶναι τὴν ἀπαλλαγὴν τῶν κατεχόντων αὐτὸν δεινῶν. ὥστε «βούλομαι», φησίν, «καὶ μετὰ τὴν ἀπαλλαγὴν τὰ δεινὰ ἀθάνατα εἶναι.» μεγίστη αὕτη παίδευσις καὶ φιλοσοφία τοῦ θεοῦ τὰς τιμωρίας ἀεὶ πρὸ ὀφθαλμῶν ἔχειν καὶ τὰς παρελθούσας. τοῦτο γοῦν καὶ αὐτὸς ἐμηχανήσατο ἐπὶ τῶν λεπίδων τοῦ χαλκοῦ, τοῦτο καὶ ἐπὶ 131 τῶν Σοδομιτῶν, τοῦτο καὶ ἐπὶ τοῦ ὄφεως τοῦ χαλκοῦ, τοῦτο καὶ ἐπὶ τῶν τόπων τῶν λαμβανόντων προσηγορίαν ἀπὸ τῶν τιμωριῶν, ὡς τὸ Ἐμεκαχώρ. ... φησὶ καὶ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν. παρὰ γὰρ κυρίου ταῦτά μοι, φησίν, συνετελέσθη, καλῶς ὡς αἰτίαν εὔλογον λέγων τῆς μεταβολῆς· αὐτός, φησίν, ἔπληξεν, αὐτὸς ἰάσεται. 19,27a ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, 27b ἃ οἱ ὀφθαλμοί μου ἑωράκασι καὶ οὐκ ἄλλος. 27c πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. «οὐ γάρ ἐστιν», φησίν, «ἀνθρωπίνη ἡ ἐπήρεια. καὶ γὰρ τὰ συμβάντα περὶ τὰ θρέμματα ἐκ τῶν περὶ τὸ σῶμά μοι συμβάντων οἶδα θεοῦ πληγῆς ὄντα.» διὰ τοῦτό φησιν· ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι· «ἱκανὸν ἔχω διδάσκαλον τοῦ θεήλατον εἶναι τὴν πληγὴν τὰ συμβάντα μοι ταῦτα.» οἷον ὡς ὅταν λέγῃ· βρῶμον γὰρ ὁρῶ τὰ σῖτά μου, οὐκ ἔστι ταῦτα νόσου φυσικῆς· πάλαι ἂν ἀπηγόρευσε τὸ σῶμα. ἵνα μὴ νομίσωσιν, ὅτι ἀπὸ συνειδότος ταῦτα λέγει πονηροῦ, 19,27d ἐφύλαξα, φησίν, ἐντολήν σου. «εἰ δὲ οὐ πείθεσθε», φησίν, «ἀλλ' ἀντερεῖτε, φοβήθητε τὸ τοῦ μέλλοντος ἄδηλον· πάντως γὰρ τὸν ἐν πονηρίᾳ ἀπολέσθαι δεῖ. εἰ γὰρ ἐγὼ ἐν πονηρίᾳ ὢν ταῦτα πάσχω, καὶ ὑμεῖς ταὐτὰ φοβεῖσθαι ὀφείλετε καὶ δεδοικέναι. 19,28a εἰ δὲ ἐρεῖτε· τί ἐροῦμεν ἐναντίον αὐτοῦ; 28b καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ; 19,29a εὐλαβήθητε δὲ 132 καὶ ὑμεῖς ἀπὸ κρίματος. 29b θυμὸς γὰρ ἐπ' ἀνόμους ἐπελεύσεται, 29c καὶ τότε γνώσονται, ὅτι οὐδαμοῦ αὐτῶν ἡ ἰσχὺς ἔσται.

20,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΣΩΦΑΡ Ο ΜΙΝΑΙΟΣ ΛΕΓΕΙ· 20,2a οὐχ οὕτως ὑπελάμβανόν

σε εἶναι καὶ ἀντερεῖν σε ταῦτα. ὅρα πάλιν ἐπίπληξιν. 20,2b καὶ οὐχὶ συνιέναι μᾶλλον ἢ ἐμέ. τουτέστιν· «οὐκ ᾤμην ἀγνοεῖν σε ἅπερ ἔστι καὶ ἐπίσταμαι ἐγώ, ἅπερ οὕτω δῆλά ἐστι καὶ φυλάττει νόμον οἰκεῖον ὡς μὴ παραχαράττοντα.» 20,3a παιδείαν ἐντροπῆς σου ἀκούσομαι, 3b καὶ πνεῦμα ἐκ τῆς συνέσεώς σου ἀποκρίνεταί μοι. 20,4a