1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

51

νυκτὶ λάμπουσιν, ἐν σκότῳ φαίνουσι, καὶ οὐδὲν εἰς τὸ οἰκεῖον παραβλάπτονται κάλλος, ἀλλὰ καὶ λαμπρότεροι φαίνονται· ὅταν δὲ φῶς ᾖ, οὐχ οὕτω φαίνονται. Οὕτω καὶ σὺ, ὅταν μετὰ σκολιῶν ὢν, εὐθὺς μένῃς, μᾶλλον ἀπολάμπεις· τὸ θαυμαστὸν τοῦτό ἐστι, τὸ ἀμέμπτους γενέσθαι. Ἵνα γὰρ μὴ τοῦτο λέγωσι, προλαβὼν αὐτὸς τοῦτο τέθεικε. Τί ἐστι, Λόγον ζωῆς ἐπέχοντες; Τουτέστι, μέλλοντες ζήσεσθαι, τῶν σωζομένων ὄντες. Ὅρα πῶς εὐθέως τίθησι τὰ ἔπαθλα· Οἱ φωστῆρες, φησὶ, λόγον φωτὸς ἐπέχουσιν· ὑμεῖς λόγον ζωῆς. Τί ἐστι, Λόγον ζωῆς; Σπέρμα ζωῆς ἔχοντες, τουτέστιν, ἐνέχυρα ζωῆς ἔχοντες, αὐτὴν κατέχοντες τὴν ζωὴν, τουτέστι, σπέρμα ζωῆς ἐν ὑμῖν ἔχοντες· τοῦτο λέγει, Λόγον ζωῆς. Ἄρα οὖν οἱ ἄλλοι πάντες νεκροί· τοῦτο γὰρ εἰπὼν οὕτως ἐδήλωσεν· ἢ γὰρ ἂν καὶ οἱ ἄλλοι λόγον ζωῆς ἐπεῖχον. Εἰς καύχημα ἐμοὶ, φησί. Τί ἐστι τοῦτο; Καὶ ἐγὼ κοινωνῶ, φησὶ, τῶν ὑμετέρων ἀγαθῶν. Τοσαύτη ὑμῶν ἡ ἀρετὴ, ὡς μὴ ὑμᾶς σώζειν μόνον, ἀλλὰ καὶ ἐμὲ λαμπρὸν ποιεῖν. Ποῖον καύχημα, ὦ μακάριε Παῦλε; Μαστίζῃ, ἐλαύνῃ, ὑβρίζῃ δι' ἡμᾶς· διὰ τοῦτό φησιν, Εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν, φησὶν, ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα· ἀλλ' ἀεὶ ἔχω καυχᾶσθαι, φησὶν, ὅτι οὐ μάτην ἔδραμον. Ἀλλ' εἰ καὶ σπένδομαι. Οὐκ εἶπεν, Ἀλλ' εἰ καὶ ἀποθνήσκω, ὥσπερ οὐδὲ Τιμοθέῳ γράφων· καὶ γὰρ καὶ ἐκεῖ τῷ αὐτῷ κέχρηται λόγῳ, λέγων, Ἐγὼ γὰρ ἤδη σπένδομαι· καὶ παραμυθούμενος αὐτοὺς ἐπὶ τῇ οἰκείᾳ τελευτῇ, καὶ παιδεύων ἀσμένως φέρειν τὸν ὑπὲρ Χριστοῦ θάνατον. Ὥσπερ σπονδὴ καὶ θυσία, φησὶ, γίνομαι. Ὢ μακαρίας ψυχῆς! θυσίαν καλεῖ τὴν προσαγωγὴν αὐτῶν. Ἄρα πολλῷ βέλτιον τοῦ βοῦς προσενεγκεῖν τὸ ψυχὴν προσενεγκεῖν. Ἂν τοίνυν πρὸς τῇ προσφορᾷ ταύτῃ καὶ ἐμαυτὸν ἐπιδῶ, φησὶν, ὥσπερ σπονδὴν, χαίρω, φησὶ, τῷ θανάτῳ τῷ ἐμῷ· τοῦτο γὰρ αἰνίττεται λέγων· Ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως χαίρω, καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ αὐτὸ δὲ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Τί συγχαίρεις; Ὁρᾷς πῶς δείκνυσιν ὅτι δεῖ χαίρειν αὐτούς; Χαίρω μὲν οὖν, φησὶν, ὅτι σπονδὴ γίνομαι· συγχαίρω δὲ, ὅτι θυσίαν προσενεγκών. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετε, ὅτι προσηνέχθην. Συγχάρητέ 62.245 μοι, φησὶ, χαίροντι ἐπὶ τῷ ἐμῷ θανάτῳ. Οὐκ ἄρα δακρύων ἀξία ἡ τελευτὴ τῶν δικαίων, ἀλλὰ χαρᾶς. Εἰ αὐτοὶ χαίρουσιν, συγχαίρειν αὐτοῖς δεῖ· καὶ γὰρ ἄτοπον, ἐκείνων χαιρόντων, κλαίειν ἡμᾶς. Ἀλλὰ τὴν συνήθειαν ἐπιζητοῦμεν, φησί. Σκῆψις ταῦτα, πρόφασις. Ὅρα γοῦν τί παραγγέλλει Φιλιππησίοις, Συγχαίρετέ μοι καὶ χαίρετε· καὶ σὺ συνήθειαν ἐπιζητεῖς; Εἰ μὲν ἔμελλες αὐτὸς ἐνταῦθα μένειν, εἰκότως λέγεις· εἰ δὲ μικρὸν ὕστερον καταλήψῃ τὸν ἀπελθόντα, ποίαν συνήθειαν ζητεῖς; Συνήθειαν γὰρ ἐπιζητεῖ τις, ὅταν διαπαντὸς ᾖ τις διεσπασμένος· εἰ δὲ τὴν αὐτὴν ὁδὸν σοὶ πορεύσεται, ποίαν συνήθειαν ἐπιζητεῖς; Τοὺς ἐν ἀποδημίαις ὄντας διὰ τί μὴ δακρύομεν; οὐχὶ μικρὸν δακρύσαντες, εὐθέως μετὰ τὴν πρώτην ἢ δευτέραν παυόμεθα; Εἰ συνήθειαν ἐπιζητεῖς, τοσοῦτον κλαῦσον μόνον, ὅσον ἐπιδεῖξαι τὴν φύσιν· τὸ δὲ μετὰ τοῦτο χαῖρε, καθάπερ λέγων ὁ Παῦλος, Οὐδὲν πάσχω δεινὸν, ἀλλὰ καὶ χαίρω πρὸς τὸν Χριστὸν ἀπερχόμενος· Καὶ ὑμεῖς χαίρετε, 62.246 συγχάρητέ μοι, φησί. Χαίρωμεν τοιγαροῦν καὶ ἡμεῖς, ὅταν ἴδωμεν δίκαιον τελευτῶντα, μᾶλλον δὲ καὶ ὅταν τινὰ τῶν ἀπεγνωσμένων. Ὁ μὲν γὰρ ἄπεισι μισθὸν ἀποληψόμενος τῶν πόνων, ὁ δὲ ἐνέκοψέ τι τῶν ἁμαρτημάτων αὐτοῦ. Ἀλλ' ἴσως ἂν, φησὶ, μετεβάλετο ζῶν. Ἀλλ' οὐκ ἂν αὐτὸν ἔλαβεν ὁ Θεὸς, εἴ γε μεταβαλέσθαι ἔμελλεν. Ὁ γὰρ πάντα ὑπὲρ σωτηρίας ἡμῶν οἰκονομῶν, τίνος ἕνεκεν αὐτὸν οὐκ εἴασε μέλλοντα εὐαρεστεῖν; εἰ τοὺς μὴ μεταβαλλομένους ἀφίησι, πολλῷ μᾶλλον τοὺς μεταβαλλομένους. Πάντοθεν οὖν ἡμῖν ὁ κοπετὸς ἐκκεκόφθω, πάντοθεν ὁ θρῆνος λυέσθω· ἐπὶ πᾶσιν εὐχαριστῶμεν τῷ Θεῷ, χωρὶς γογγυσμῶν πάντα πράττωμεν· εὐφραινώμεθα, εὐάρεστοι ἐν πᾶσιν αὐτῷ γινώμεθα, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν