1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

51

μὴν ἐκποιήσει. ᾧδέ φησίν ἐστιν ἡ σοφία ψηλαφησάτω τὸ ὄνομα τοῦ θηρίου, καὶ διὰ τῆς ψήφου εὑρέτω αὐτό. οὐ γὰρ ψῆφον ἐρῶ φησι ξένην καὶ ἀήθη, οὐδὲ μετὰ ἐπικρύψεως καὶ διπλόης ὀνομαζομένην, ἀλλὰ ψῆφον ἐντριβῆ καὶ ἐγνωσμένην ἀνθρώποις, ἥτις συνάγει ἀριθμὸν ἑξακοσιοστὸν ἑξηκοστὸν ἕκτον. σημαίνει δέ γε οὗτος ὁ ἀριθμὸς καὶ ἄλλα μὲν πολλὰ κύριά τε καὶ προσηγορικὰ ὀνόματα, σημαίνει δὲ καὶ ταῦτα· κύρια μὲν Λαμπέτις, Βενέδικτος, Τιτάν. τὸ μὲν γὰρ Τιτὰν διὰ τοῦ ῗ γράφεται, ἔνι δὲ καὶ δίφθογγον αὐτὸ γράψαι. εἰ 158 γὰρ ἀπὸ τῆς τείσεως ὁ Τειτάν, ἔστι δὲ τὸ ῥῆμα, τείνω, καὶ ὁ μέλλων, τενῶ, εἰκότως δίφθογγον γραπτέον αὐτό, ὡς τὸ φθείρω ἀπὸ τοῦ φθερῶ, καὶ σπείρω ἀπὸ τοῦ σπερῶ· προσηγορικὰ δὲ ὁ νικητής, ἴσως γὰρ οὕτως ἑαυτὸν ὠνόμασεν, ἐξ οὗ τὰ τρία κέρατα ἤτοι τοὺς βασιλεῖς καταπολεμήσας ἐκριζώσει. ὅρα τί φησιν ὁ ∆ανιὴλ περὶ τούτων ἐν τῇ ὀγδόῃ αὐτοῦ ὀπτασίᾳ· προσενόουν φησὶν τοῖς κέρασιν αὐτοῦ, τουτέστι τοῦ τετάρτου θηρίου, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβαινεν ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξερριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡς ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ, καὶ στόμα λαλοῦν μεγάλα. εἶτα ὁ ἐπίσαλος, κακὸς ὁδηγός, ἀληθὴς βλαβερός, πάλαι βάσκανος, ἀμνὸς ἄδικος· τούτοις γὰρ ἴσως ἂν τοῖς ὀνόμασιν ἐπικληθείη ἐκ τῶν ἐναντιουμένων αὐτῷ. ὁ δὲ οὐ μόνον οὐκ ἐντραπήσεται ταῦτα καλούμενος, ἀλλὰ καὶ ἐπευφρανθήσεται ταῖς τοιαύταις προσηγορίαις ὡς μὴ αἰσχύνεσθαι καὶ ἑαυτὸν οὕτω καλεῖν. τὰς τοιαύτας μοχθηρὰς καὶ θεοστυγεῖς προαιρέσεις ἐπιρραπίζων, ὁ σοφὸς ἀπόστολός φησιν· ᾧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν ἐστι. πολλῶν τοίνυν εὑρεθέντων ὀνομάτων, ἐξουσία τῷ βουλομένῳ τὸ ἁρμοδιώτερον ἐπιθεῖναι τῷ καταράτῳ. καὶ εἶδον καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὼς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ' αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ φωνὴν ἤκουσα ὡς φωνὴν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. καὶ ᾄδου 159 σιν ὠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσά ρων ζώων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἠδύνατο μαθεῖν τὴν ὠδὴν εἰ μὴ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγῃ· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀν θρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος. ἄμωμοί εἰσιν. ὁ Κύριος ἐν Εὐαγγελίοις ἀναγέγραπται τῷ παρανόμῳ τῶν Ἰουδαίων προσφωνῶν λαῷ· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. οὐ γὰρ ἔτι θείας ἐπιφοιτήσεως ἦσαν ἄξιοι μετὰ τὴν ἐν σταυρῷ μανίαν. πῶς οὖν νῦν ὥσπερ ἐκ μεταμελείας ὁ Κύριος δείκνυται; διὰ τῆς θεωρίας ἑστηκὼς ἐπὶ τὸ ὄρος Σιών. ὅτι μὲν οὖν ἐγκαταλέλειπται ἡ πόλις αὐτῶν καὶ ὁ ναὸς καὶ τὸ φύλον ἅπαν ἔρημον, σαφῶς ἔδειξαν Ῥωμαῖοι, τόν τε ναὸν ἐμπρήσαντες, καὶ πόλεις πυρπολήσαντες, καὶ πᾶσαν αὐτῶν δηώσαντες τὴν γῆν καὶ αὐτὴν τὴν μητρόπολιν ἀνδραποδισάμενοι. τὸ δὲ νῦν δείκνυσθαι τὸν Κύριον ἐπιβεβηκότα τῷ ὄρει Σιὼν τὴν ἐπ' ἐσχάτων διὰ πίστεως ἐπιστροφὴν τοῦ Ἰσραὴλ παραδείκνυσι, καὶ ὡς ὁ Κύριος αὐτοὺς οἰκειώσηται καὶ προσλάβοι. τοῦτο γάρ εἰσιν εὐηγγελισμένοι διὰ τοῦ Ἡσαΐου λέγοντος ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ, εἶπε Κύριος. σύμφωνοι τυγχάνουσι τῷ Ἡσαΐᾳ ὅ τε προφήτης καὶ ὁ ἀπόστολος, ὁ μὲν ψάλλων, ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν, ὁ δὲ γράφων ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. καὶ μετ' αὐτοῦ φησιν ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. ἐν τοῖς 160 φθάσασιν ἑκατὸν τεσσαρακοντατέσσαρας χιλιάδας εἶναι ἔφη τὰς ἐξ Ἰσραὴλ πεπιστευκυῖας δώδεκα χιλιάδας κατὰ μίαν ἑκάστην φυλήν. ἆρα οὖν περὶ τούτων καὶ νῦν λέγει; οὐκ οἶμαι·