1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

51

οὐχ ὑπάρχει ἐν τῇ οἰ κίᾳ ταύτῃ, οὐδὲ ὑφεξαιρεῖται οὐδὲν ἐμοῦ πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο; Ἡμαρτηκὼς ἔσομαι ἐναντίον τοῦ Θεοῦ.» Οὐ βλέπεις, φησὶν, ὃν βλέπω· σὺ μὲν γὰρ μεθύεις τῷ πάθει, ἐγὼ δὲ ταύτην οὐκ ἐδεξάμην τὴν μέθην, ἀλλ' ὁρῶ τὸν τοῦδε τοῦ παντὸς Κυβερνήτην, ὁρῶντα τῶν γινομένων ἕκαστον. Οὐ γὰρ ἐπέχουσιν ἐκεῖνον τὸν ὀφθαλμὸν ἃ βούλεται θεω ρεῖν ὄροφος καὶ τοῖχος, καὶ θύραι κεκλεισμέναι· οὐδὲ τῆς νυκτὸς τὸ ζοφῶδες ἐμπόδιον γίνεται τῇ θεωρίᾳ. Οἶδεν οὗτος σαφῶς καὶ τὰ τῆς διανοίας κυή ματα, καὶ πρὸ τῶν ὠδίνων τοὺς λόγους ἔτι κυομένους ἀκριβῶς θεωρεῖ. Τοῦτον ὁρῶν δειμαίνω καὶ δέδοικα, καὶ ὑβρίσαι τὸν γάμον οὐκ ἀνέχομαι, τῆς φύσεως τὴν πηγὴν, τῆς εἰς τὸν βίον εἰσόδου τὴν θύραν, δι' ὃν οὐκ ἐπέλιπε τῶν ἀνθρώπων τὸ γένος, ὃς οὐκ ἐᾷ σβεσθῆναι τῷ θανάτῳ τὴν φύσιν, ἀλλὰ νικᾷ τῇ φυτουργίᾳ τὰς τοῦ τέμνοντος χεῖρας, καὶ περιγίνεται τῇ βλάστῃ τῆς τοῦ ἀμῶντος δρεπάνης· ὃς τὸ ἔαρ μιμεῖται μετὰ τὴν τοῦ χειμῶνος λῃστείαν ἀναφαινό μενον, καὶ τὰ ὑπὸ ἐκείνου γυμνούμενα πάλιν ἀμ φιεννύντα. Ἐδέξω ζυγὸν, ὦ γύναι· στέργε τὸν ζυ γόν· μὴ διαῤῥήξῃς τὴν ζεύγλην, μηδὲ τὰ ἐκτὸς περισκόπει, ἀλλὰ τῷ ὁμόζυγι πρόσεχε. Σὺν ἐκείνῳ τῆς γεωργίας ἕλκειν ἐτάχθης τὸ ἄροτρον. Μὴ ἀτι μάσῃς γαμηλίους νόμους, καὶ φύσεως ὅρους, μηδὲ ὑβρίσῃ εὐνὴν ὑπὸ Θεοῦ τετιμημένην. Ἑτέρων δεσπόζειν ἐτάχθης, μὴ γένῃ δούλη τῶν ἡδονῶν, μὴ 83.700 καθυβρίσῃς τῇ πονηρᾷ ταύτῃ δουλείᾳ τὴν δεσποτείαν· μὴ τὰς ἀνδραποδώδεις ἐπιθυμίας κυρίας τῆς ψυχῆς ἀποφήνῃς, μηδὲ ἐναλλάξῃς τὴν τάξιν, μηδὲ ἀφέλῃ τὴν ἡγεμονίαν τῶν λογισμῶν, μηδὲ τὰς ἡνίας ἐγ χειρίσῃς τοῖς πάθεσιν. Ἐγὼ μὲν οὖν καὶ σὲ βούλομαι τοῦ πάθους ἐλευθέραν γενέσθαι. Εἰ δὲ οὐ πείθῃ, οὐδὲ θέλεις ἀπαλλαγῆναι τῆς μέθης, ἀλλ' ἐγὼ πα ρανομεῖν οὐκ ἀνέξομαι· τὸ σῶμα γὰρ δοῦλος, ἀλλ' οὐ τὴν ψυχὴν ἐγενόμην. Μυσάττομαι δὲ καὶ ἄλλως τὸ τοῦ πράγματος ἄδικον. Πολλὰς ὑμῖν εὐεργεσίας ὀφείλων, ὦ κεκτημένη, οὐκ ἀνέξομαι τοῖς ἐναντίοις τὸν δεσπότην ἀμείψασθαι· ἀργυρώνητος γὰρ ὣν, τῶν οἰκογενῶν προτετίμημαι· καὶ χθὲς καὶ πρώην εἰσελθὼν εἰς τὴν ὑμετέραν οἰκίαν, ἁπάντων τὰς ἡνίας ἐδεξάμην· ἁπάντων με τῶν κατὰ τὴν οἰκίαν κηδεμόνα κεχειροτόνηκεν ὁ δεσπότης, καὶ τὸν νε ώνητον ἄνδρα ἡγεμονεύειν ἁπάντων ἐκέλευσε· σὲ μόνην εἴσω τῶν ὅρων τῆς δεσποτείας πεποίηκε, τοῦ γάμου τοὺς νόμους αἰδούμενος. Ποίοις τοίνυν ὀφθαλ μοῖς ἴδω τὸν οὕτω τετιμηκότα, τοιούτοις αὐτὸν ἀμει ψάμενος; Βδελυρὸν, ὦ κεκτημένη, καὶ λίαν βδελυρὸν, λήθη χαρίτων καὶ εὐεργεσιῶν ἀμνημοσύνη· χαλε πώτερον δὲ τούτων καὶ λίαν παγχάλεπον ἀδικία, καὶ ἀδικία τοιαύτη κατ' εὐεργέτου γινομένη. Φυλάττειν, οὐ κλέπτειν ἐτάχθην τοῦ δεσπότου τὰ κτήματα. Οὐ γίνομαι λῃστὴς ἀντὶ φύλακος ἀσφαλοῦς· οὐχ ἅπτο μαι τῶν ἔξω τῆς ἐμῆς δεσποτείας μεμενηκότων, οὐδὲ μιμοῦμαι Ἀδὰμ τὸν προπάτορα, ὃς τῶν φυτῶν λαβὼν ἁπάντων τὴν ἐξουσίαν, εἰς ἐκεῖνο τὴν χεῖρα ἐξέτεινεν, ὅπερ ἐκτὸς τῆς αὐτοῦ δεσποτείας ἐτύγχανε, καὶ τοῦ ἑνὸς ἐπιθυμήσας τῶν ἁπάντων ἐξέπεσε. Τοιαῦτα ὁ δοῦλος ἐκεῖνος πρὸς τὴν πονηρὰν δέσποιναν ἐκείνην διέξεισι· καὶ οὔτε ἡ δουλεία αὐτὸν ἐλωβή σατο, οὔτε τῆς δεσποίνης ἡ πονηρία· μᾶλλον δὲ καὶ ἔδειξεν ἑαυτὸν, ὥσπερ χρυσὸν ἢ λίθον λαμπρότερον Ἐπειδὴ δὲ λέγων οὐκ ἔπεισε, καὶ βιασθεὶς ἀπέφυγε, καὶ τὸ ἱμάτιον ῥίψας γυμνὸς ἀπεπήδησε, μόνην ἔχων τῆς σωφροσύνης τὴν ἀμπεχόνην. Οὐ γὰρ ᾐσχύ νετο, καθάπερ Ἀδὰμ μετὰ τὴν παράβασιν, ἀλλ' ἢν εἶχεν ἐκεῖνος πρὸ τῆς παραβάσεως διάθεσιν περὶ τὴν γύμνωσιν τοῦ σώματος, ταύτην ἔχων οὗτος ἐξελήλυθε. Τηνικαῦτα συκοφαντεῖ μὲν ἐκείνη, καὶ πείθει τὸν ἄνδρα, καὶ σωφροσύνης ἐπίβουλον καλεῖ τὸν τῆς σωφροσύνης πρόμαχον· ὁ δὲ σιγῶν δέ χεται τοῦ δεσπότου τὴν ψῆφον, καὶ οὐκ ἀνέχεται τῆς δεσποίνης γυμνῶσαι τὴν πονηρίαν· ἀλλ' εἵλετο βεβαιῶσαι τῇ σιγῇ τὴν