52
καλῶς ἐγκαλεῖται ὁ ἀσύνετος, ὡς ὁ ἡλίου ἀνατείλαντος καμμύων τοὺς ὀφθαλμοὺς, 31.1249 ἵνα ἐν σκότει διάγῃ, καὶ μὴ ἀναβλέπων ἵνα φω τισθῇ.
ΕΡΩΤΗΣΙΣ ΣΜΘʹ. Τί ἐστι τὸ ὅσιον, καὶ τί ἐστι τὸ δίκαιον. ΑΠΟΚΡΙΣΙΣ. Ὅσιον μὲν εἶναι λογίζομαι τὸ πρέπον, καὶ ὀφει λόμενον παρὰ τῶν ὑποβεβηκότων τῷ ὑπερέχοντι, κατὰ τὸν τῆς ὑπεροχῆς λόγον· δίκαιον δὲ τὸ πρὸς ἀξίαν τῶν ἔργων ἑκάστῳ ἀποδιδόμενον. Καὶ ἐπὶ τοῦ μὲν ὁσίου τῶν καλλίστων μόνον ἐστὶν ἡ εὐ γνωμοσύνη καὶ ἀπόδοσις· ἐπὶ δὲ τοῦ δικαίου καὶ ἡ τῶν κακῶν δοκιμασία καὶ ἀνταπόδοσις.
ΕΡΩΤΗΣΙΣ ΣΝʹ. Πῶς δίδωσί τις τὸ ἅγιον τοῖς κυσὶν, ἢ βάλ λει τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων· ἢ πῶς συμβαίνει τὸ ἐπιφερόμενον· «Μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.» ΑΠΟΚΡΙΣΙΣ. Σαφῶς ἡμῖν παραδίδωσιν ὁ Ἀπόστολος τοῖς ὑπ' αὐτοῦ εἰρημένοις πρὸς τοὺς Ἰουδαίους ἐπενεγκὼν, ὅτι Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Τὴν οὖν ἀτιμίαν, ἣν διὰ τῆς παραβάσεως ἀτιμάζομεν τοὺς ἁγίους τοῦ Κυρίου λόγους, ἐνταῦθα ὁ Κύριος ἀπηγόρευσεν. Ἀφ' ἧς παραβάσεως συμβαίνει καὶ τοὺς ἔξω τῆς πίστεως ἅμα τε εὐκαταφρόνητα ἡγεῖσθαι τὰ τοῦ Κυρίου διδάγματα, καὶ ἀπ' αὐτῶν ἐκείνων θρασύ τερον ἡμῖν ἐπεγείρεσθαι, καὶ οἱονεὶ ῥήσσειν τοῖς ὀνειδισμοῖς καὶ τοῖς ἐλέγχοις τὸν παραβαίνοντα.
ΕΡΩΤΗΣΙΣ ΣΝΑʹ. Πῶς ποτὲ μὲν ἀπαγορεύει ὁ Κύριος βαστάζειν βαλάντιον καὶ πήραν εἰς ὁδὸν, ποτὲ δὲ λέγει· «Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω ὁμοίως καὶ πήραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὑτοῦ, καὶ ἀγορασάτω μάχαιραν.» ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο σαφηνίζει αὐτὸς ὁ Κύριος εἰπὼν ὅτι, ∆εῖ γὰρ ἔτι τοῦτο τελεσθῆναι ἐν ἐμοὶ τὸ, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Αὐτίκα γὰρ μετὰ τὸ πλη ρωθῆναι τὴν περὶ τῆς μαχαίρας προφητείαν λέγει τῷ Πέτρῳ· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μά χαιραν, ἐν μαχαίρᾳ ἀπολοῦνται· ὡς μὴ εἶναι πρόσταγμα, Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω, ἤτοι ἀρεῖ (οὕτω γὰρ καὶ τὰ πολλὰ τῶν ἀντιγράφων ἔχει), ἀλλὰ προφητείαν προλέγοντος τοῦ Κυρίου, ὅτι 31.1252 ἔμελλον οἱ ἀπόστολοι ἐπιλανθανόμενοι· τῶν δω ρεῶν καὶ τοῦ νόμου τοῦ Κυρίου καὶ ξίφους κατατολ μᾷν. Καὶ ὅτι τῷ προστακτικῷ εἴδει τοῦ λόγου ἀντὶ προφητικοῦ πολλάκις κέχρηται ἡ Γραφὴ, πολλαχό θεν δῆλον, οἷόν ἐστι τὸ, Γενηθήτωσαν οἱ υἱοὶ αὐ τοῦ ὀρφανοί· καὶ, ∆ιάβολος στήτω ἐκ δεξιῶν αὐ τοῦ· καὶ ὅσα τοιαῦτα.
ΕΡΩΤΗΣΙΣ ΣΝΒʹ. Τίς ἐστιν ὁ ἄρτος ὁ ἐπιούσιος, ὃν δίδοσθαι ἡμῖν καθ' ἡμέραν προσεύχεσθαι ἐδιδάχθημεν. ΑΠΟΚΡΙΣΙΣ. Ὅταν ὁ ἐργαζόμενος μνημονεύων τοῦ Κυρίου λέγοντος, Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φά γητε, ἢ τί πίητε· καὶ τοῦ Ἀποστόλου παραγγεί λαντος ἐργάζεσθαι, ἵνα ἔχωμεν μεταδιδόναι τῷ χρείαν ἔχοντι, μὴ τῆς ἰδίας χρείας, ἀλλὰ τῆς ἐντολῆς τοῦ Κυρίου ἕνεκεν ἐργάζεται (ἐπειδὴ Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ), τότε τὸν ἐπιούσιον ἄρτον, τουτ έστι, τὸν πρὸς τὴν ἐφήμερον ζωὴν τῇ οὐσίᾳ ἡμῶν χρησιμεύοντα, οὐχ ἑαυτῷ ἐπιτρέπει, ἀλλὰ τῷ Θεῷ ἐντυγχάνει περὶ τούτου· καὶ τὴν ἀνάγκην τῆς ἐν δείας αὐτῷ ἐπιδείξας, οὕτως ἐσθίει τὸ διδόμενον παρὰ τοῦ μετὰ δοκιμασίας ἐπιτεταγμένου ποιεῖν ἐφ' ἑκάστης ἡμέρας τὸ, ∆ιεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν.
ΕΡΩΤΗΣΙΣ ΣΝΓʹ. Τί ἐστι τὸ τάλαντον, ἢ πῶς αὐτὸ πολυπλα σιάσομεν. ΑΠΟΚΡΙΣΙΣ. Λογίζομαι τὴν παραβολὴν πρὸς πᾶσαν Θεοῦ δω ρεὰν εἰρῆσθαι· ἵνα ἕκαστος, ἣν ἂν δοκιμασθῇ χάριν ἔχειν παρὰ τοῦ Θεοῦ, ταύτην πολυπλασιάσῃ εἰς εὐεργεσίαν καὶ ὄφελος πλειόνων ἐνεγκών. Οὐδεὶς γάρ ἐστιν ἀμέτοχος τῆς τοῦ Θεοῦ χρηστότητος.
ΕΡΩΤΗΣΙΣ ΣΝ∆ʹ. Τίς ἐστιν ἡ τράπεζα, ἐφ' ἣν ἔδει σε, φησὶν ὁ Κύριος, βαλεῖν τὸ ἀργύριον. ΑΠΟΚΡΙΣΙΣ. Αἱ παραβολαὶ οὐκ ἐπὶ εἴδους τὰ θεωρήματα πλη ροῦσι,