52
τοῦ Χριστοῦ οὐχ ἵνα μὴ βλάπτωσιν αὐτούς, εὔχονται περὶ αὐτῶν, ἀλλ' ἵν' ἐκεῖνοι μὴ βλάπτωνται. 3 καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν. τὸ "πάντες" πολλάκις ἐν τῇ γραφῇ ἀντὶ τῆς ἀποφάσεως τῆς καθόλου λαμβάνεται· οὐδὲ γὰρ τοῦτο λέγομεν ὅτι τῶν ὑπομενόντων οἱ μὲν καταισχύνονται, οἱ δὲ οὔ, ὡς διδάσκει ἡ μερικὴ ἀπόφασις ἡ λέγουσα· οὐ πάντες ἄνθρωποι δίκαιοι. ὧδε οὖν ἀντὶ τοῦ "οὐδείς"· οὐδεὶς τῶν ὑπομενόντων σε καταιςχύνεται. καὶ συνεχῶς γε ἐν τῇ γραφῇ ἡ καθόλου ἀπόφασις διὰ τῆς καθόλου καταφάσεως ἐκ μεταθέσεως λαμβανομένης σημαίνεται. οἶδας δὲ ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις πολλάκις ἕπεται τῇ ἁπλῇ ἀποφάσει. 3 αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς. τὸ "διὰ κενῆς ἀνομεῖν" οὕτως ἄκουε· ἡ κακία διὰ κενῆς ἐνεργεῖται, οὐκ ἐπὶ τῷ κλέος ἀγαγεῖν, οὐκ ἐπὶ τῷ ἐπαγγελίαν. ἀσύνστατός ἐστιν, ἐν ἄλλῳ ἔχει τὸ εἶναι. ἐὰν οὖν ὁ ἔχων τὴν κακίαν θελήσῃ ἀποβαλεῖν αὐτήν, οὐκέτι ὑφίσταται. τινὲς δὲ πάλιν ἢ κατὰ ἄγνοιαν ἢ σοφιστικώτερον λέγουσιν ὅτι καὶ ἡ ἀρετὴ οὕτως ἔχει, ὅτι καὶ αὐτὴ ἐν ἄλλῳ ἔχει τὸ εἶναι. ψεῦδος δέ ἐστιν τοῦτο· ὑπάρχει γὰρ τῷ θεῷ οὐσιωδῶς, τῇ τριάδι. μετουσίᾳ δὲ τῆς τριάδος ἔχουσιν οἱ ἄνθρωποι τὸ ἀγαθὸν καὶ τὸ δίκαιον καὶ τὴν ἀρετήν. κἂν αὐτοὶ οὖν ἀπόσχωνται, ἔστιν. ἐν τῷ θεῷ, ἀφ' ἧς ἔχουσιν αὐτοὶ τὸ σπουδαῖοι εἶναι, ὑπάρχει. ἡ δὲ κακία ἐὰν μὴ ἐνεργῆται, οὐδ' ὑπάρχει ὅλως. διὰ τοῦτο πολλαὶ γραφαὶ διδάσκουσιν ὅτι οὐχ ὑπάρχει· ἐξ οὗ συνάγεται μηδὲ δύο ἀρχὰς ἐναντίας εἶναι κατ' οὐσίαν μηδὲ ἐκ κατασκευῆς τινας εἶναι φαύλους ἀνθρώπους, ὡς καὶ αὐτὸ βούλονται πολλοὶ τῶν ἑτεροδόξων ὅτι οὐδεὶς προαιρέσει οὔτε ἀγαθὸς οὔτε κακός. πολλὰ δὲ τούτοις ἄτοπα ἀκολουθεῖ καὶ ἀσεβῆ. ἴδε· εἰ πάντες οἱ ὄντες ἀγα78 θοὶ ἐκ κατασκευῆς εἰσιν τοιοῦτοι, καὶ οἱ πονηροὶ κατ' οὐσίαν τυγχάνουσιν, παρέλκει πᾶσα νομοθεσία· ὁ γὰρ νόμος οὐδὲ τὸν ἀγαθὸν ἀγαθὸν δύναται ποιῆσαι οὐδὲ τὸν κακὸν ἀγαθόν. παρέλκοντος δὲ νόμου πᾶσα παραίνεσις, πᾶσα προτροπή, πᾶσα συμβουλία καὶ ὅλως ἀναιρεῖται τὸ λογικὸν τοῦ ἀνθρώπου· ὁ γὰρ προαίρεσιν καὶ βούλησιν μὴ ἔχων οὔκ ἐστιν λογικός. περιττὴ δέ ἐστιν καὶ ἡ τοῦ σωτῆρος ἐπιδημία. τὸν ἀγα θὸν ἀγαθὸν ποιεῖ; -ἐξ ἑαυτοῦ ἐστιν τοιοῦτος· ἀλλὰ τὸν κακὸν ἀγαθόν; -οὐ πέφυκεν δέχεσθαι μετουσίαν ἀγαθοῦ. διὰ κενῆς οὖν ὁ ἁμαρτάνων ἁμαρτάνει. γέγραπται γοῦν ἐν ἄλλῳ ψαλμῷ περὶ αὐτοῦ τοῦ μεγαλοδαίμονος, τοῦ διαβόλου, τοῦ πάσης κακίας αἰτίου· "σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ". εἰρήκαμεν πολλάκις ὅτι τὰ κατὰ τῆς ἐναντίας δυνάμεως κείμενα ὀνόματα προαιρέσεώς εἰσιν ὀνόματα· ἐκθρὸς γοῦν λέγεται, διάβολος, ὀνομάζεται σατανᾶς, ὅς ἐστιν ἀντικείμενος, ἁμαρτωλός· καὶ τοῦτο δὲ τὸ ὄνομα προαιρέσεώς ἐστιν. μετὰ ἄρθρου δὲ πάντα μᾶλλον αὐτὸς λέγεται· "ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν"- οὐκ ἐχθροῦ, ἀλλά-"τοῦ ἐχθροῦ". καί· "ῥῦσαι ἡμᾶς"-οὐκ ἀπὸ πονηροῦ, ἀλλά-"ἀπὸ τοῦ πονηροῦ". καὶ ἐνταῦθα· "σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ". εἶτα ἐπιφέρει· "ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ δι' αὐτήν". διὰ τὴν ἑαυτῆς φύσιν οὐκ εὑρίσκεται. ζητεῖται ἡ ἁμαρτία αὐτοῦ ποτε καὶ οὐκ εὑρίσκεται οὐκ οὖσά που, οὐ μεταστᾶσα εἰς ἕτερον τόπον, ἀλλὰ δι' ἑαυτὴν οὐκ εὑρίσκεται, ἐπεὶ οὐκ ἔχει τὸ εἶναι καθ' ἑαυτήν, εἰ μὴ ἐν τῷ ἐνεργοῦντι. καὶ ἔτι· "καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτήν". ὧδε τὸ ψεύσασθαι οὕτω λέγομεν ὥς φαμεν πολλάκις ψεύδεσθαι τὴν γῆν. ψεύδεται οὖν ἡ ἀδικία ἑαυτήν, ὥστε μηκέτι ὑπάρχειν. ἑαυτὴν ἐψεύσατο διὰ τὴν φύσιν ἑαυτῆς. οὕτως οὖν οἱ ἀνομοῦντες διὰ κενῆς ἀνομοῦσιν, οὐκ ἐπὶ τῷ κερδῆσαί τι, ἀλλὰ μᾶλλον βλαβῆναι. τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι ἀνομοῦσιν οἱ μὴ πεῖραν σχόντες νόμου. νῦν δὲ περὶ τοῦ γραπτοῦ, τοῦ κατὰ διδασκαλίαν νόμου λέγω· οἱ γὰρ τοῦτον μὴ λαβόντες ἄνομοι λέγονται, ὡς καὶ ἐν τῷ· "μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι". ἡ δὲ μετὰ νόμον ἁμαρτία οὐ λέγεται ἁπλῶς ἀνομία, ἀλλὰ παρανομία·