1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

52

μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι, 4b ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς; «μὴ γάρ τι καινὸν γέγονεν», φησίν, «ἀφ' οὗ ὁ κόσμος ἐγένετο; καὶ γίνεται οὐδὲν παράδοξον, οὐδεμία καινοτομία οὐδὲ ἐναλλαγή.» 20,5a εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, 5b καὶ ἡ χαρμονὴ δὲ παρανόμων ἀπώλεια. εἰ δὲ ἡ εὐφροσύνη αὐτῶν πτῶμα ἐξαίσιον καὶ ἡ χαρμονὴ αὐτῶν ἀπώλεια, ποῦ τὴν ἀπώλειαν θήσομεν, εἰπέ μοι, ποῦ τὴν ὀδύνην καὶ τὴν ἀθυμίαν; 20,6a ἐὰν ἀναβῇ εἰς οὐρανόν, φησίν, τὰ δῶρα αὐτοῦ, 6b ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται, 20,7a ὅταν δοκῇ ἤδη ἐστηρίχθαι, 7b τότε εἰς τέλος ἀπολεῖται, 7c οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσιν· ποῦ ἐστιν; εἶτα δεικνύς, ὅτι ἄνωθεν ἡ πληγή, φησίν· 20,8a ὥσπερ γὰρ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, 8b ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. 20,9a ὀφθαλμὸς γὰρ παρέβλεψε καὶ οὐ προσθήσει· 9b καὶ οὐ προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ οὐκέτι. 20,10a τοὺς υἱοὺς αὐτοῦ ὀλέ133 σαισαν ἥττονες, 10b αἱ δὲ χεῖρες αὐτῶν ψηλαφήσειαν ὀδύνας. ὅπερ καὶ ὁ ∆αυὶδ ἔλεγεν· παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. τουτέστιν· ἀθρόως αὐτῶν ἡ ἀπώλεια γίνεται, ἵνα μὴ νομίσῃς παρὰ φυσικὴν ἀκολουθίαν τὴν συμφορὰν εἶναι, ἀλλὰ κατὰ θείαν τινὰ δύναμιν καὶ παράδοξον. καὶ μή μοι λέγε ἀνομίας μόνον, ἀλλὰ κἂν θυσίας προσενέγκωσιν, οὐδὲν ὄφελος. τοὺς υἱοὺς αὐτῶν, φησίν, ὀλέσαισαν ἥττονες. καὶ ἀπὸ τούτου δῆλον, ὅτι θεήλατός ἐστιν ἡ πληγή, ὅτι οἱ χείρους κρατοῦσι τῶν μειζόνων καὶ περιγίνονται τῶν ἐχόντων ἰσχὺν οἱ ἀπερριμμένοι. 20,11a ὀστᾶ αὐτοῦ, φησίν, ἐνεπλήσθη ἐκ νεότητος αὐτοῦ 11b καὶ μετ' αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. 20,12a ἐγλυκάνθη ἐν στόματι αὐτοῦ κακία, 12b κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ. 20,13a οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν 13b καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ. 20,14a καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ. 14b χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ καὶ πόνος, 20,15a πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται ἐκ κοιλίας αὐτοῦ. «κἂν οὕτως αὐτόν», φησίν, «ἐν ἀσφαλείᾳ ἔχῃ ὥσπερ ἐν κοιλίᾳ, ταχέως αὐτὸν ἀποβαλεῖ μετ' ὀδύνης.» τοῦτο γάρ ἐστιν· ἐξεμεθήσεται. τοῦτο συμβαίνει τοῖς πλουσίοις. εἶτα «καταρᾶται», φησίν, «ἀπὸ τῆς τοῦ πλούτου καυχήσεως.» 20,15b ἐξ οἰκίας δὲ αὐτοῦ, φησίν, ἐξελκύσει αὐτὸν ἄγελος θανάτου. 20,16a θυμὸν δὲ δρακόντων θηλάσει, 16b καὶ ἀνέλοι αὐτὸν γλῶσσα ὄφεως. 20,17a μὴ ἴδοι ἄμελξιν νομάδων 17b μηδὲ νομὰς μέλιτος καὶ βουτύρου. 20,18a εἰς 134 κενὰ καὶ μάταια ἐκοπίασεν. σχοίη δὲ πλοῦτον, ἐξ οὗ οὐ γεύσεται 18b ὥσπερ στρίφνον ἀμάσητον ἀκατάποτον. 20,19a πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν, 19b δίαιταν δὲ αὐτῶν ἥρπασεν, καὶ οὐκ ἔστησεν. 20,20a διὰ τοῦτο οὐκ ἔσται αὐτῷ σωτηρία ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ 20,21b οὐδὲ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. 20,20b ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται, 20,21a οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ. 20,22a ὅταν δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, 22b πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται 20,23a καὶ πληρώσει γαστέρα αὐτοῦ. 23b ἐπαποστείλαι ἐπ' αὐτὸν θυμὸν ὀργῆς, 23c ῥίψαι δὲ ἐπ' αὐτὸν ὀδύνας· 20,24a καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, 24b τρώσαι δὲ αὐτὸν τόξον χαλκοῦν 20,25a καὶ διεξέλθοι διὰ σώματος αὐτοῦ βέλος. 25b ἄστρα δὲ ἐν διαίταις αὐτοῦ μὴ περιπατήσαισαν· 25c ἐπ' αὐτῷ φόβοι, 20,26a καὶ πᾶν σκότος αὐτοῦ ὑπομείναι. 26b κατέδεται δὲ αὐτὸν πῦρ ἄσβεστον, 26c κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. 20,27a ἀνακαλύψαι αὐτοῦ ὁ οὐρανὸς τὰς ἀμαρτίας, 27b γῆ δὲ ἐπανασταίη αὐτῷ. 20,28a ἑλκύσει αὐτοῦ τὸν οἶκον ἀπώλεια εἰς τέλος 28b καὶ ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. ταῦτα καὶ τοῦτον αἰνίττεται. 20,29a αὕτη ἡ μερίς, φησίν, ἀσεβοῦς παρὰ κυρίου 29b καὶ κτῆμα ὑπαρχόντων αὐτοῦ παρὰ τοῦ ἐπισκόπου. ὅρα ἑκατέρους εἰς διάφορα ἀπαντῶντας, καὶ οὗτος καὶ ἐκεῖνος τὰ αὐτὰ λέγουσιν, ὅτι οἱ ἀσεβεῖς ἀπολοῦνται.

21,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΙΩΒ ΛΕΓΕΙ· 21,2a ἀκούσατέ μου τῶν λόγων, 2b ἵνα μὴ εἴη

μοι αὕτη παρ' ὑμῶν παράκλησις. τουτέστιν· «ἵνα μάθητε, ὅτι οὐδὲν καρποῦμαι παρ'