1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

52

οὔτε γὰρ μετὰ τοῦ ἄρθρου ὠνόμακεν αὐτάς, οὐ γὰρ εἶπεν αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἀλλὰ μόνον ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες· μὴ ὅτι καὶ παρθενίαν αὐτοὺς κατωρθωκέναι μαρτυρεῖ. παρθενία γὰρ οὐ πάνυ παρὰ τῷ Ἰσραὴλ ἐσπουδάζετο, ὥσπερ ἀμέλει παρὰ τῶν ἐξ ἐθνῶν ὕστερον· ὥστε ἀναμὶξ ἔκ τε τοῦ Ἰσραὴλ ἔκ τε τῶν ἐθνῶν εἶναι νομιστέον τοὺς ὠνομασμένους, καὶ τοὺς πλείους γε ἐκ τῶν ἐθνῶν. τὸ δὲ ἔχειν τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ αὐτοῦ γεγραμμένον δηλοῖ θείᾳ τινὶ δόξῃ τυγχάνειν αὐτοὺς κατεστεμμένους. καὶ ἤκουσά φησι φωνῆς ὡς κιθαρωδῶν ᾀδόντων ὠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ τῶν ζώων καὶ τῶν πρεσβυτέρων. τὸ εὔηχον κατὰ Θεὸν καὶ ἐναρμόνιον τῆς ὠδῆς δηλοῖ τὸ ὡς κιθαριζόντων ἐξιέναι τὴν ἠχήν· εἰ γὰρ οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ κατὰ τὸ γεγραμμένον, πάντως ὡραῖος καὶ ἐμμελὴς ἐν στόματι δικαίων. καὶ οὐδείς φησιν ἠδύνατο μαθεῖν τὴν ὠδήν, εἰ μὴ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἀγορασμένοι ἀπὸ τῆς γῆς. ἐγὼ δὲ οἶμαι ὡς οὔτε ἀκοῦσαί τις ἴσχυε τὰ τῆς νέας ὠδὴς μυστήρια, εἰ μὴ οἱ τοῦ ᾄδειν αὐτὰ ἠξιωμένοι· ἑκάστῳ γὰρ ἡ γνῶσις κατὰ τὴν ἀναλογίαν τῆς καθαρότητος· πολλαὶ γὰρ μοναί φησιν ὁ Κύριος, ἤτοι ἀγαθῶν ἀντιδόσεις, παρὰ τῶ Πατρί μου. ἠγορασμένους δέ φησι τοὺς τῷ αἵματι Χριστοῦ ἐξωνηθέντας. ὑπὲρ πάντων μὲν 161 γὰρ ἀνθρώπων ἐκκέχυται τὸ τίμιον αἷμα Χριστοῦ, ἀλλ' ὑπὲρ μέν τινων ἀνωφελῶς, ὅσοι τῆς ἐντεῦθεν σωτηρίας ἑκόντες ἑαυτοὺς ἀπεστέρησαν, οἷς καὶ ὁ Κύριος ἐπονειδίζων διὰ τοῦ προφήτου φησὶ τίς ὠφέλεια ἐν τῷ αἵματι μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν· ὑπὲρ δὲ τῶν σωθέντων καὶ δικαιωθέντων, ὧν εἰσιν ἀπαρχὴ καὶ πρωτόλιον οὗτοι περὶ ὧν νῦν ὁ λόγος, καὶ σφόδρα ἐπωφελῶς, καὶ ὡς οὐκ ἂν εἴποι τις ὅσον. οὗτοί εἰσί φησι οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου δ' ἂν ὑπάγη· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ ἀρνίῳ. καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος, ἄμωμοί εἰσιν, ὡς ὑπερφερῆ τῆς φύσεως καὶ ἐπέκεινα τῆς ἀνθρωπίνης ὁ λόγος τῆς θεωρίας μαρτυρεῖ τοῖς οὖσιν ἐν Χριστῷ. καὶ εἶδον ἄλλον ἄγγελον πετώμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγοντα ἐν φωνῇ μεγάλῃ· φοβήθητε τὸν Θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσ κυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων. τὸ μεσουράνημα τὸ ὑψηλὸν καὶ μετέωρον κατὰ τὴν φύσιν αἰνίττεται τοῦ θεσπεσίου ἀγγέλου. εὐαγγέλιον δὲ εἶχεν αἰώνιον· ἐξ αἰῶνος γὰρ σωτήριον τὸ μάθημα, φοβεῖσθαι τὸν Κύριον, ἐπεὶ καὶ ἀρχὴ σοφίας ἐστὶν ὁ φόβος τοῦ Θεοῦ, τέλος δὲ ἡ ἀγάπη. οὐ μὴν φοβητέον φησὶ τὸ ἀπηνὲς καὶ ψυχοφθόρον θηρίον τὸν ἀντίχριστον κἂν ἀπειλῇ καὶ δρᾷ χαλεπώτερα. ἦλθε γάρ φησιν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ 162 δώσει δίκην ὅσον οὐδέπω καὶ αὐτὸς ὁ ἐκφοβῶν τοὺς ἐπὶ γῆς. καὶ προσκυνήσατέ φησι τῷ ποιήσαντι πᾶσαν τὴν κτίσιν, καὶ μὴ τῷ ἀλητηρίῳ καὶ θεοστυγεῖ ∆ιαβόλῳ. καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησε λέγων· ἔπεσε Βαβυ λὼν ἡ μεγάλη, ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα τὰ ἔθνη. Βαβυλῶνα οἶμαι λέγειν αὐτὸν τὴν τοῦ παρόντος βίου σύγχυσιν καὶ τὸν εἰκαῖον πειρασμόν· σύγχυσις γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται καὶ τὴν τῶν εἰδωλομανούντων ἐμπληξίαν. καὶ σεμνοποιεῖται τοῖς ὀνόμασιν, ἐνθουσιασμὸς παρ' αὐτοῖς ὀνομαζομένη. εἰ δὲ καὶ αὐτὴν νοήσεις τὴν αἰσθητὴν Βαβυλῶνα, οὐκ ἂν ἔξω πέσοις τοῦ προκειμένου σκοποῦ. οἶνον δὲ θυμοῦ πορνείας τὴν ἐκ Θεοῦ φησιν ἀποστασίαν κατὰ τὸ γεγραμμένον· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ, ἥτις πορνεία σκότωσιν παρέχει τοῦ καθεστῶτος λογισμοῦ· τίς γὰρ τὸν νοῦν ὑγιαίνων ἕλοιτο ξύλοις καὶ λίθοις προσκυνεῖν, καὶ τὸν θυμὸν ἐκκαλεῖσθαι τοῦ Θεοῦ; περὶ τούτου ἆρα εἴρητο τοῦ οἴνου, θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος αὕτη δὲ ἡ Βαβυλὼν πρῶτον μὲν πεπότικεν αὐτὴ