52
συκοφαντίαν, ἢ τὴν τῆς ἐπι βουλῆς ἐξηγήσασθαι τραγῳδίαν, καὶ δεσποτικὴν προφανῶς ἀκολασίαν ἐλέγξαι. Συμβουλὴν μὲν γὰρ, ἣν ἔδει, προσήνεγκε· γραφὴν δὲ τὴν οὖσαν οὐκ εἰσήνεγκεν· ἀλλ' ὥσπερ ἐρήμην ἁλοὺς, καὶ τῷ δι κάζοντι μὴ συμπαρὼν, μηδὲ τῆς κατηγορίας ἀκούων, τὴν ἐξενεχθεῖσαν τιμωρίαν ἐδέξατο, καὶ τὸ δεσμωτή ριον ᾤκει, καὶ τοῖς κακούργοις συνεδεσμεῖτο, καὶ πάντα γενναίως ἔφερε τὰ δεινά. Καὶ τὸ πυκνὸν τῶν συμφορῶν καὶ ἐπάλληλον, τὴν τῆς ψυχῆς οὐκ ἐλῄ 83.701 στευσε ῥώμην, οὐδὲ τὴν ἀνδρείαν αὐτῆς εἰς δει λίαν μετέβαλε. Τοσαύτην δὲ εἶχε κἀν τοῖς δεινοῖς εὐ φροσύνην καὶ θυμηδίαν, ὡς καὶ τοὺς ἄλλους δεσμώτας ψυχαγωγεῖν, καὶ εἰ ἀδημονοῦντας ἑώρα, παραμυθού μενος διετέλει. Τεκμηριοῖ γὰρ πολλάκις τὴν τῆς ψυχῆς διάθεσιν τῶν προσώπων ἡ θέσις, καὶ συνδιατί θεται τοῖς τῆς ἐννοίας κινήμασιν, οὐ χρόα μόνον προσώπου, ἀλλὰ καὶ κίνησις ὀφθαλμῶν, καὶ ὀφρύων συναγωγή τε καὶ ἄνεσις. Καὶ τὴν μὲν τοῦ θυμοειδοῦς ἐπανάστασιν, τὸ βλοσυρὸν τῶν ὀφθαλμῶν ἐπισημαίνει, τὸ δὲ χαλαρὸν τῆς ἀθυμίας, αἱ τῶν βλεφάρων παραδηλοῦσι στολίδες, ἐργαζόμεναι τὸ μειδίαμα· τὰς δὲ φροντίδας, ἡ τῶν ὀφρύων κατὰ τὸ μέσον αἰνίτ τεται σύνοδος· τὸν δὲ τῦφον, ἡ τούτων αὐτῶν ἐπὶ τὸ ἄνω καμπυλοειδὴς ἀναχώρησις. Ἐπειδὴ τοίνυν τὰ πλεῖστα τῶν τῆς ψυχῆς κινημάτων ἐν τοῖς προσώποις παραδηλοῦται, ὁ θαυμάσιος ἐκεῖνος ἀθλητὴς, οἷόν τισιν ἀγγέλοις τῆς ψυχῆς χρώμενος τοῖς προσώποις, τοὺς ἀθυμοῦντας διετέλει ψυχαγωγῶν. Καί ποτε θεασάμενος δύο τοῦ βασιλέως οἰκέτας ἀθύμως διακει μένους, τόν τε ἀρχιοινοχόον, καὶ τὸν ἀρχισιτοποιόν· ἁμαρτημάτων γάρ τινων ἕνεκεν ἐκεῖσε καθείρ χθησαν· ἀμφοῖν πρόσεισι, καὶ πυνθάνεται, καὶ τῆς ἀθυμίας τὴν αἰτίαν ἀνερευνᾷ. Ἄνθρωπος τοσαύταις περικλυζόμενος συμφοραῖς, ἀπόγονος μὲν τοῦ Ἀβρα ὰμ, ἔκγονος δὲ τοῦ Ἰσαὰκ, υἱὸς δὲ τοῦ Ἰακὼβ, πάντων αὐτῶν προσφιλέστατος, φωτὸς δίκην ὁρώ μενος, ἀφορμὴ θυμηδίας ὑπάρχων, εἰς δουλείαν μετα πεσὼν, καὶ ταύτην ὑπομείνας τὴν συμφορὰν, οὐ βαρβάρων τινῶν ἀγρίων δορυάλωτον εἰληχότων, ἀλλὰ ἀδελφῶν φθόνῳ δεδουλευκότων, καὶ οὐδὲ ἀδικίαν τινὰ δεικνύντων, ἀλλὰ τοὺς ὀνείρους ἐφόδιον εἰς δυσμέ νειαν εἰληφότων, οὐδὲν τούτων εἰς διάνοιαν λαμ βάνων, οὐδὲ τὰ μετὰ τὴν δουλείαν συμβεβηκότα, καὶ τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας, καὶ τὴν μετὰ νίκην καταδίκην, καὶ τὴν ἀντὶ στεφάνων τιμωρίαν, καὶ ἀντὶ ἀναῤῥήσεων δεσμωτήριον, προσ ῄει τοὺς ἄλλους ἀθυμοῦντας παρηγορῶν, καὶ τῶν συν δεσμωτῶν ἐπυνθάνετο, λέγων· «Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον;» Τῶν δὲ φησάντων ὀνεί ρους ἑωρακέναι, καὶ τῇ τῆς ἑρμηνείας ἀγνοίᾳ κυ κᾶσθαι τὸν λογισμὸν, οὐκ ἐθρήνησεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῶν ὀνείρων ἀκούσας, οὐδὲ ὠλοφύρατο τῶν οἰκείων ἀναμνησθεὶς συμφορῶν, οὐδὲ ἀφῆκε δάκρυον ἀγεννὲς, οὐδὲ ἀνῴμωξε, καὶ τῶν παθῶν τὴν τραγ ωδίαν εἰς μέσον παρήγαγε· μᾶλλον δὲ οὐκ ἐγέλασε μέγα, ὀνείρων ἀκούσας, ὧν τὸ ψεῦδος τέως προ φανὲς ἐθεώρει, οὐδὲ ἔφησε πρὸς τοὺς δεσμώτας ἐκείνους· Ἀγνοεῖτε τῶν ὀνείρων, ὡς ἔοικεν, ὦ φίλοι, τὸ ψεῦδος, ἀπείρατοι τῆς τούτων ἀπάτης, ὡς εἰκὸς, ὑπάρχοντες, τὴν τούτων ἑρμηνείαν 83.704 ποθεῖτε· ἐγὼ δὲ τὴν πεῖραν ἔχων διδάσκαλον, καταγε λᾷν ὑμᾶς τούτων παρεγγυῶ· οὐδὲν γὰρ οὗτοι μη νύουσιν ἀληθὲς, ἀλλὰ τἀναντία πάντα τῇ ἀληθείᾳ προλέγουσιν. Ἤλπισα τῶν ἀδελφῶν ἡγεμονεύσειν, καὶ τῆς πατρῴας ἄρξειν οἰκίας, ὀνείροις ποτὲ πιστεύσας ἐγώ· καὶ οὐ μόνον τῆς ἡγεμονίας οὐκ ἔτυχον, ἀλλὰ καὶ τῆς ἐλευθερίας ἐκπεσὼν, δοῦλος ὁ ταλαίπωρος ἐγενόμην. Καὶ οὐδὲ δουλεύων ἐξ οὐρίων ἠνέχθην, ἀλλὰ κἀνταῦθα μυρίαις περιπεσὼν τρικυ μίαις, δεσμωτήριον οἰκεῖν ἀναγκάζομαι. Μὴ τοίνυν ὑμᾶς ταραττέτωσαν αἱ νυκτεριναὶ φαντασίαι· ἀλη θείας πόῤῥω τυγχάνει τῶν ὀνείρων τὸ γένος. Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν ὁ γενναῖος ἐκεῖνος ἀνὴρ, ἀλλά φησι πρὸς αὐτούς· «Οὐχὶ διὰ