1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

53

ἀπωλείᾳ τῶν ἀντιτεταγμένων πιστεύειν τὴν ἑαυτοῦ σωτηρίαν, ἀλλὰ καὶ περιόντων τῶν ἐπιβουλευόν των ὡς οὐδενὸς λυποῦντος τὸ ἀσφαλὲς ἔχειν. μᾶλλον δὲ τοῦτο διὰ τῆς ἱστορίας παιδεύει ὁ λόγος, ὅτι ὁ κατ' ἀρετὴν προέχων οὐ κατὰ τῶν ὁμοφύλων, ἀλλὰ κατὰ τῶν παθῶν ἀνδρίζεται. ἀναιρεῖται οὖν διὰ τῆς τοιαύτης τοῦ ∆αβὶδ ἀριστείας ὁ ἐν ἀμφοτέροις θυμός· τοῦ μὲν διὰ τοῦ λογισμοῦ τὴν ἰδίαν ἀνελόντος ὀργὴν καὶ τὴν ἀμυντικὴν ὁρμὴν κατασβέσαντος, τοῦ δὲ Σαοὺλ διὰ τῆς γενομένης αὐτῷ φιλανθρωπίας τὴν κατὰ τοῦ ∆αβὶδ κακίαν ἀπονεκρώσαντος. οἷα γὰρ μετὰ ταῦτα πρὸς τὸν νικητὴν ἀποφθέγγεται ὑπ' αἰσχύνης τῶν τετολμημένων καταδυόμενος καὶ θρήνῳ καὶ δάκρυσι τὴν ἐνδιάθετον αὐτοῦ τῆς κακίας ἀποστροφὴν ἐνδεικνύμενος, ἔξεστιν ἐξ αὐτῆς τῆς ἱστορίας μαθεῖν. Ἡ μὲν οὖν ὑπόθεσις τῆς ἕκτης καὶ πεντηκοστῆς ψαλμῳ δίας, ὅσον ἐκ τῶν ὑπὸ τῆς ἱστορίας δηλουμένων, ἐστὶν αὕτη. αὐτὰ δὲ τῆς ἐπιγραφῆς τὰ ῥήματα, δι' ὧν ἡ κατὰ τὸ σπήλαιον συντυχία δηλοῦται, τοῦτον ἔχει τὸν τρόπον· Εἰς τὸ τέλος μὴ διαφθείρῃς, τῷ ∆αβὶδ εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. ὡς δ' ἂν ἐφαρμοσθείη τοῖς ἐπιγεγραμμένοις τὰ τῆς ψαλμῳ δίας νοήματα, καιρὸς ἂν εἴη δι' ὀλίγων καὶ τὴν ἐν τούτοις θεωρίαν κατανοῆσαι προδιεξελθόντας τὰ θεόπνευστα ῥήματα. Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία. τῆς εἰς τὸν θεὸν πεποιθήσεως ὁ ψαλμῳδὸς καὶ τῆς βεβαίας εἰς αὐτὸν ἐλπίδος τὸν θεῖον ἔλεον ἀντιδοθῆναι παρακαλεῖ, Ἕως οὗ, φησίν, ἡ ἀνομία παρέλθῃ. ὡς δ' ἂν 5.155 φανερώτερον ἡμῖν τὸ νόημα γένοιτο, οὑτωσὶ τὸν λόγον διαληψόμεθα· ἄστατός ἐστι καὶ παροδικὴ τῆς ἁμαρτίας ἡ φύσις, οὔτε κατὰ τὸ πρῶτον συνυποστᾶσα τῇ κτίσει παρὰ τοῦ τὸ πᾶν ὑποστησαμένου καὶ οὐσιώσαντος οὔτε πρὸς τὸ διηνεκὲς τοῖς οὖσι συνδιαμένουσα. τὰ μὲν γὰρ ἐκ τοῦ ὄντος ὄντα καὶ ἐν τῷ εἶναι διὰ παντὸς διαμένει· εἰ δέ τι ἔξω τοῦ ὄντος ἐστίν, οὗ ἡ οὐσία οὐκ ἐν τῷ εἶναι, ἀλλ' ἐν τῷ ἀγαθὸν μὴ εἶναι τὴν ὑπόστασιν ἔχει, τοῦτό ἐστιν ὁ ἐπιδωμάτιος χόρτος, ἄρριζός τις καὶ ἄσπαρτος καὶ ἀνήροτος, κἂν πρὸς τὸ παρὸν διοχλήσῃ τῇ ἀνυποστάτῳ βλάστῃ, τοῖς μέντοι καθήκουσι χρόνοις, ἐν τῇ τοῦ παντὸς πρὸς τὸ ἀγαθὸν ἀποκαταστάσει, παρέρχεταί τε καὶ ἀφανίζεται, ὡς μηδὲν ἴχνος τοῦ νῦν ἐπιπολάζοντος ἡμῖν κακοῦ ἐν τῇ κατ' ἐλπίδα προκειμένῃ ζωῇ ὑπολείπεσθαι. Ἔτι γὰρ ὀλίγον, φησίν, καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὑρεθῇ. Φιλοσοφεῖ τοίνυν ἐν προοιμίοις τῆς ψαλμῳδίας ὁ λόγος ἐν ὑψηλοῖς δόγμασι φυσιολογῶν τὴν κακίαν. διδάσκει γὰρ ὅτι μέχρις ἐκείνου τῆς τοῦ ἐλέους συμμαχίας δεόμεθα, ἕως ἂν παρέλθῃ τὸν βίον ἡμῶν ἡ κακῶς τῷ βίῳ ἐπιδημήσασα ἀνομία. τὴν δὲ τοιαύτην ἡμῖν συμμαχίαν χαρίζεται τὸ πεποιθέναι τῇ δυνάμει τοῦ συμμαχοῦντος καὶ τῇ σκιᾷ τῶν πτερύγων τοῦ θεοῦ καθοπλίζεσθαι. σκιὰν δὲ θείων πτερύγων ἀντὶ περιβολῆς ἡμῖν γινομένην τὰς ἀρετάς τις νοῶν οὐχ ἁμαρτήσεται. αὐτὸ μὲν γὰρ τὸ θεῖον ὅ τί ποτε τῇ φύσει ἐστίν, ἀνέφικτον μένει τῇ ἀνθρωπίνῃ φύσει καὶ ἄληπτον, ἄνω που κατὰ τὸ ἄφραστον τοῦ λογισμοῦ τῶν ἀνθρώπων ὑπερπετόμενον. χαρακτὴρ δέ τις τῆς ἀφράστου φύσεως διὰ 5.156 τῆς τῶν ἀρετῶν σκιαγραφίας τοῖς πρὸς αὐτὴν ὁρῶσιν ἐγγίνε, ὡς πᾶσαν σοφίαν καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ πᾶσαν ἔφοδον τῆς καταληπτικῆς ἐπινοίας οὐκ αὐτὰς εἶναι τὰς θείας πτέρυγας, ἀλλὰ τὴν τῶν θείων πτερύγων σκιάν. μεγάλη δὲ αὕτη ἡμῖν ἐστιν ἡ εὐεργεσία κἂν σκιὰ ᾖ. Κεκράξο μαι γάρ, φησίν, πρὸς τὸν θεὸν τὸν ὕψιστον, τὸν θεὸν τὸν εὐεργετήσαντά με, διὰ τῆς σκιᾶς ταύτης, ἣν ἐξ ὕψους ἀπέ στειλεν τῷ κάτω βίῳ. ἔσωσεν γάρ με διὰ τοῦ ἐπισκιάσαντος ἐν τῇ νεφέλῃ πνεύματος, καὶ τοὺς ἐν ταῖς προτέραις ψαλμῳ δίαις καταπατήσαντας νῦν εἰς τὴν τῶν ὀνειδιζομένων ἀντιπερι ήγαγεν τάξιν. Ἐξαπέστειλεν γὰρ ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. σκύμνοι δὲ ὄντως μοι ἦσαν αἱ ἁμαρτίαι τὸ πρότερον,