1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

53

ὑμῶν, ὅτι οὐχ οὕτως ἔχει ταῦτα.» 135 21,3a βαστάσατέ με, ἐγὼ δὲ λαλήσω· 3b εἶτα μή μου καταγελᾶτε. 21,4a τί γάρ; μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου; 4b καὶ διὰ τί οὐ θυμωθήσομαι; 21,5a ἐμβλέψαντες εἰς ἐμὲ θαυμάσατε 5b χεῖρα θέντες ἐπὶ στόμα. 21,6a ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, 6b ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. «θῶμεν γάρ», φησίν, «εἶναί με καὶ πονηρὸν καὶ ἀσεβῆ, ἀλλ' οὐδὲν ἀπὸ τούτων καρποῦμαι. καὶ οἶδα μέν, ὅτι καταγελάσεσθε, πλὴν οὐ φείδομαι.» τί γάρ; φησίν, μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου; τουτέστιν· «οὐδεὶς δύναταί με ἐλέγξαι, οὐκ ἔστι μοι πρὸς ἄνθρωπον ὁ ἀγών.» ἐὰν γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. ὅρα πανταχοῦ, πῶς ἀπολογεῖται, πῶς τὰς ὀδύνας προτίθησιν, πῶς λέγει τὴν αἰτίαν τῶν ῥηθησομένων δεινῶν, ὅτι οὐκ οἴκοθεν οὐδὲ ἀπὸ καταστάσεώς τινος, ἀλλ' ἀπὸ ταραχώδους ψυχῆς καὶ ἐσκοτισμένων λογισμῶν ταῦτα φθέγγεται. 21,7a διὰ τί, φησίν, ἀσεβεῖς ζῶσιν, 7b πεπαλαίωνται δὲ καὶ πλούτῳ; τοῦτο πρὸς τὸν φίλον αὐτοῦ, ὅτι ἔλεγεν· χαρμονὴ ἀσεβῶν ἀπώλεια καὶ ὅτι· ἐὰν ἀνέλθῃ εἰς τὸν οὐρανὸν τὰ δῶρα αὐτῶν, καταστραφήσονται. 21,7a διὰ τί ἀσεβεῖς ζῶσιν, 7b πεπαλαίωνται δὲ καὶ πλούτῳ; 21,8a ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, 8b τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν, 21,9a οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, 9b μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐν αὐτοῖς. 21,10a ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, 10b διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν. 21,11a μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια, 11b τὰ δὲ παιδία αὐτῶν προσπαίζει αὐτοῖς 21,12a ἀνα136 λαμβάνοντα ψαλτήριον καὶ κιθάραν, 12b καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. 21,13a συνετέλεσαν, φησίν, ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, 13b ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. ὁρᾷς, πῶς οὐ λέγει, ὅτι οὐκ εἰς τέλος; καὶ τὸ δεινόν, ὅτι· 21,14a λέγει ὁ ἀσεβὴς τῷ κυρίῳ· ἀπόστα ἀπ' ἐμοῦ, 14b τὰς ὁδούς σου εἰδέναι οὐ βούλομαι. 21,15a τί ἱκανόν, ὅτι δουλεύσομεν αὐτῷ; 15b καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ; 21,16a ἐν χερσὶν αὐτῶν ἦν τὰ ἀγαθά, 16b ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. «οὐ τοῦτο μόνον θαυμάσαι χρή», φησίν, «ὅτι ἀντὶ πονηρίας τοιαύτας λαμβάνουσι τὰς ἀμοιβάς, ἀλλ' ὅτι καὶ αὐτὴ ἡ εὐπραγία χείρους αὐτοὺς ποιεῖ.» λέγει γάρ, φησίν, τῷ κυρίῳ· ἀπόστα ἀπ' ἐμοῦ. διὰ τί; ὅτι ἐν χερσὶν αὐτῶν ἦν τὰ ἀγαθά. 21,17a οὐ μὴν δὲ ἀλλὰ ἀσεβῶν λύχνος σβεσθήσεται. καὶ τοῦτο γίνεται πάλιν. 21,17b ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, 17c καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς. 21,18a ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου 18b ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλετο λαῖλαψ. «ὥσπερ», φησίν, «εὐπραγίας ἀπολαύουσιν, οὕτω καὶ τῶν ἐναντίων.» 21,19a μὴ ἐκλείποι, φησίν, υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ, 19b ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. 21,20a ἴδοιεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, 20b καὶ ὑπὸ κυρίου μὴ διασωθείη, 21,21a ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ μετ' αὐτόν, 21b καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. 21,22a πότερον, φησίν, οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; 137 ἐπειδὴ γὰρ ἔλεγεν ὁ πρὸ αὐτοῦ εἰρηκώς, ὅτι ἀφ' οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς ταῦτα γίνεται, καὶ ἐνεκάλει αὐτῷ ὡς τὰ σαφῆ καὶ δῆλα ἀγνοοῦντι, «εἶπες», φησίν, «ὅτι γίνεται ταῦτα· ἀλλὰ καὶ τὰ ἐναντία, ὥστε μηδεὶς νομιζέτω εἰδέναι τὸν ἀπόρρητον τοῦ θεοῦ λόγον, καθ' ὃν ἅπαντα γίνεται. εἰπὲ γάρ μοι· ἐκεῖνοι οὐκ ἀσεβεῖς; διὰ τί οὐ κολάζονται; ἀλλ' ὁ μὲν ἐν λιμῷ, ὁ δὲ ἐν πλούτῳ τῆς αὐτῆς οὔσης τῆς πονηρίας.» εἶτά φησιν· 21,22b αὐτὸς δὲ σοφοὺς διακρινεῖ. 21,23a οὗτος ἀποθανεῖται ἐν κράτει ἀφροσύνης αὐτοῦ, 23b ἄλλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν· 21,24a τὰ δὲ ἔγκατα αὐτοῦ πλήρης στέατος, 24b ὁ δὲ μυελὸς αὐτοῦ διαχεῖται. 21,25a ὁ δέ γε τελευτᾷ πικρίᾳ ψυχῆς 25b οὐ φαγὼν οὐδὲν ἀγαθόν· 21,26a ὁμοθυμαδὸν δὲ οἱ υἱοὶ αὐτοῦ ἐπὶ γῆς κοιμῶνται, 26b σαπρία δὲ αὐτοὺς ἐκάλυψεν ἐπὶ γῆς. 21,27 ὥστε οἶδα ὑμᾶς, φησίν, ὅτι τόλμῃ ἐπίκεισθέ μοι, 21,28a ὥστε ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος 28b καὶ ποῦ ἐστι σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; «οὐκ ἀπὸ λογισμῶν», φησίν, «συνετῶν οὐδὲ ἀπὸ διανοίας ὀρθῆς ἐπὶ ταῦτα ἐξετάζειν ὑμᾶς ἐχρῆν; οὐκ ἄρα παρακαλέσαι ἤλθετε.»