53
θεραπεύῃ; ὁ κυβερνήτης ἐν τῷ λιμένι, καὶ ναυάγιον ὑπομένεις; παρασίτους τρέφεις, καὶ πένητας οὐ τρέφεις; Ἐγίνετο τότε ταῦτα, γίνεται δὲ καὶ σήμερον. ∆ιὰ γὰρ τοῦτο ἐκεῖνα γέγραπται, ἵνα οἱ μετὰ ταῦτα ἀπὸ τῶν πραγμάτων παιδευθῶσι, καὶ μὴ πάθωσιν ἐκεῖνα, ἅπερ ἔπαθεν οὗτος. Ἔκειτο τοίνυν ἐν τῷ πυλῶνι ὁ πένης· πένης μὲν ἔξωθεν, πλούσιος δὲ ἔσωθεν· ἔκειτο ἡλκωμένος τὸ σῶμα· θησαυρὸς ἄνωθεν ἀκάνθας ἔχων, κάτωθεν δὲ μαργαρίτας. Τί γὰρ αὐτῷ βλάβος ἀπὸ τῆς ἀῤῥωστίας τοῦ σώματος, τῆς ψυχῆς ὑγιαινούσης; Ἀκουέτωσαν οἱ πένητες, καὶ μὴ ἀποπνιγήτωσαν ἀπὸ τῆς ἀθυμίας· ἀκουέτωσαν οἱ πλούσιοι, καὶ μεταβαλέσθωσαν ἀπὸ τῆς πονηρίας. ∆ιὰ γὰρ τοῦτο αὗται αἱ δύο ἡμῖν εἰκόνες πρόκεινται, πλούτου καὶ πενίας, ὠμότητος καὶ καρτερίας, ὑπομονῆς καὶ πλεονεξίας, ἵν' ὅταν ἴδῃς πένητα ἡλκωμένον, καὶ καταφρονούμενον, μὴ αὐτὸν ταλανίσῃς· ὅταν ἴδῃς πλούσιον καλλωπιζόμενον, μὴ αὐτὸν μακαρίσῃς. Ἀνάδραμε ἐπὶ τὴν παραβολήν· ἐὰν θορυβῇ σε τὸ ναυάγιον τῶν λογισμῶν, δράμε ἐπὶ τὸν λιμένα, λαβὲ ἀπὸ τῆς διηγήσεως παραμυθίαν, ἐννόησον τὸν Λάζα48.1034 ρον καταφρονούμενον, ἐννόησον τὸν πλούσιον εὐημεροῦντα καὶ ἀπολαύοντα τρυφῆς, καὶ μηδέν σε θορυβείτω τῶν ἐν τῷ βίῳ γινομένων. Ἐὰν γὰρ λογισμὸν ἔχῃς ἠκριβωμένον, οὐ βαπτίζει σε τὰ κύματα, οὐ γίνεται ὑποβρύχιον τὸ πλοῖον, ἐὰν τῇ διακρίσει τῶν λογισμῶν διαιρῇς τῶν πραγμάτων τὴν φύσιν. Τί μοι λέγεις, Τὸ σῶμά μου στενοχωρεῖται; Ἡ διάνοιά σου μὴ παραβλαβείη. Ὁ δεῖνα πλούσιος καὶ πονηρός· καὶ τί τοῦτο; ἀλλ' ἡ κακία οὐκ αἰσθητή. Μή μοι ἀπὸ τῶν ἔξωθεν τὸν ἄνθρωπον, ἀλλὰ τῶν ἔνδοθεν δοκίμαζε. Ἐὰν ἴδῃς δένδρον, τὰ φύλλα καταμανθάνεις, ἢ τὸν καρπόν; Οὕτω δὴ καὶ ἐπὶ τοῦ ἀνθρώπου, ἐὰν ἴδῃς ἄνθρωπον, μὴ τὰ ἔξωθεν δοκίμαζε, ἀλλὰ τὰ ἔνδοθεν· τὸν καρπὸν καταμάνθανε, καὶ μὴ τὰ φύλλα. Μήποτε ἀγριελαία μὲν ἔστι, νομίζεται δὲ ἐλαία· μήποτε λύκος μὲν ἔστι, νομίζεται δὲ εἶναι ἄνθρωπος. Μὴ τοίνυν ἀπὸ τῆς φύσεως καταμάνθανε, ἀλλ' ἀπὸ τῆς προαιρέσεως, μὴ ἀπὸ τῆς ὄψεως, ἀλλ' ἀπὸ τῆς γνώμης· καὶ οὐκ ἀπὸ τῆς γνώμης μόνον, ἀλλὰ καὶ περιεργάζου αὐτοῦ τὸν βίον. Εἰ φιλοπτωχίαν ἔχει, ἄνθρωπός ἐστιν· εἰ δὲ ἐν ἐμπορίαις ἀναστρέφεται, δρῦς ἐστιν· εἰ δὲ θυμῷ θηριώδης ἐστὶ, λέων ἐστίν· εἰ δὲ ἅρπαξ ἐστὶ, λύκος ἐστίν· εἰ δὲ ὕπουλός ἐστι, ἀσπίς ἐστι. Καὶ εἰπέ· Ἐγὼ ἄνθρωπον ζητῶ, τί μοι ἔδειξας θηρίον ἀντὶ ἀνθρώπου; Μάθε τί ποτε ἀρετὴ ἀνθρώπου, καὶ μὴ θορυβοῦ. Ἦν τοίνυν ὁ Λάζαρος ἐν τῷ πυλῶνι κείμενος, ἡλκωμένος, λιμῷ τηκόμενος· οἱ δὲ κύνες ἐρχόμενοι ἔλειχον αὐτοῦ τὰ τραύματα· τοῦ ἀνθρώπου οἱ κύνες φιλανθρωπότεροι ἔλειχον αὐτοῦ τὰ τραύματα, καὶ τὴν σηπεδόνα περιῄρουν καὶ ἐξεκάθαιρον. Ἔκειτο δὲ ἐκεῖνος καθάπερ χρυσίον ἐν καμίνῳ παρακαθεζόμενος, καὶ δοκιμώτερος γινόμενος· οὐκ εἶπεν ὃ πολλοὶ τῶν πενήτων· Ταῦτα προνοίας; ἆρα Θεὸς ἐφορᾷ τὰ ἀνθρώπινα; ἐγὼ ἐν δικαιοσύνῃ, καὶ πένομαι, καὶ οὗτος ἐν ἀδικίᾳ, καὶ πλουτεῖ; Οὐδὲν τούτων ἐλογίσατο, ἀλλὰ παρεχώρει τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τὴν ψυχὴν τὴν ἑαυτοῦ ἀποσμήχων, τὴν καρτερίαν φέρων, τὴν ὑπομονὴν ἐνδεικνύμενος, κείμενος τῷ σώματι, καὶ τρέχων τῇ διανοίᾳ, ἐπτερωμένος τῇ γνώμῃ, τὸ βραβεῖον ἁρπάζων, ἀναδὺς τῶν κακῶν, καὶ τῶν ἀγαθῶν μάρτυς. Οὐκ εἶπεν· Παράσιτοι μετὰ δαψιλείας ἀπολαύουσι, ἐγὼ δὲ ψιχίων οὐ καταξιοῦμαι· ἀλλὰ τί; Ηὐχαρίστει, καὶ ἐδόξαζε τὸν Θεόν. Ἐγένετο ἀποθανεῖν αὐτούς· ἀπέθανεν ὁ πλούσιος, καὶ ἐτάφη· ἀπῆλθε καὶ ὁ Λάζαρος· οὐ γὰρ ἂν εἴποιμι, ἀπέθανε. Τοῦ μὲν γὰρ πλουσίου ὁ θάνατος θάνατος καὶ τάφος, τοῦ δὲ πένητος ὁ θάνατος ἀποδημία, καὶ πρὸς τὰ βελτίω μετάστασις, καὶ ἀπὸ τοῦ σκάμματος ἐπὶ τὰ βραβεῖα ὁ δρόμος, ἀπὸ τοῦ πελάγους ἐπὶ τὸν λιμένα, ἀπὸ τῆς παρατάξεως ἐπὶ τὸ τρόπαιον, ἀπὸ τῶν ἱδρώτων ἐπὶ τὸν στέφανον. Ἀπῆλθον ἀμφότεροι ἐκεῖ, ὁποῦ τὰ ἀληθινὰ πράγματα· ἐλύθη τὸ θέατρον, καὶ ἀπεκαλύφθη τὰ προσωπεῖα. Καθάπερ γὰρ ἐν τῷ θεάτρῳ τούτῳ ἐν μεσημβρίᾳ μέσῃ παραπετάσματα γίνεται, καὶ εἰσέρχονται πολλοὶ τῶν σκηνικῶν, ὑποκρινόμενοι, προσωπεῖα ἐν τῇ ὄψει ἔχοντες, καὶ μῦθον παλαιὸν ἀπαγγέλλοντες,