1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

53

τοῦ ὀλεθρίου οἴνου, ἔπειτα πάντα τὰ ἔθνη, ὧν ἦρχε πιεῖν ἠνάγκασε. καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν με γάλῃ φωνῇ· εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς 163 ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου. καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας τῶν αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ. ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ. ὁ τρίτος ἄγγελος ἀπαγορεύει τοῖς ἀνθρώποις τὴν προσκύνησιν τοῦ θηρίου καὶ τὸ λαβεῖν αὐτοῦ τὴν σφραγῖδα. τὸ γὰρ ὡς θεὸν προσκυνεῖν ἕτερόν τινα πλὴν τοῦ ὄντως καὶ ἀληθῶς Θεοῦ, ἀνοσιώτατον. καὶ αὐτός φησι πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ. τούτου τοῦ ποτηρίου καὶ τοῦ οἴνου καὶ ὁ θεσπέσιος ∆αυὶδ μέμνηται λέγων ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη· πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. οἶνον δέ φησι τὴν ὀργὴν τοῦ Θεοῦ, οὐκ ἀπὸ τῆς εὐφροσύνης τὴν μεταφορὰν ποιησάμενος, ἀλλ' ἀπὸ τῆς σκοτώσεως καὶ τῆς μεταφορᾶς, ᾗ συνέχονται οἱ τῷ θυμῷ τοῦ Θεοῦ κάτοχοι. τοῦ κεκερασμένου φησὶν ἀκράτου. τουτέστιν ἀκράτως κεκερασμένου· κεκέρασται γὰρ ὁ θυμὸς τοῦ Θεοῦ, φιλανθρωπίᾳ καὶ ἀγαθότητι, κεκέρασται ἀκράτως· οὐ γάρ ἐστιν ἰσομοιρία τῆς ὀργῆς καὶ τῆς ἀγαθότητος, ἀλλὰ πολλαπλασίων ἡ φιλανθρωπία. εἰ γὰρ ἦν ἰσότης τοῦ τε θυμοῦ τοῦ δικαίου καὶ τῆς ἀγαθότητος, οὐκ ἂν ὑπέστη πᾶς ζῶν. τοῦτο εἰδὼς ὁ προφήτης ἔλεγεν ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεταί σοι; ὅτι δὲ πολλαπλασίων ἡ ἀγαθότης ἐν τῷ ποτηρίῳ τοῦ Θεοῦ παρὰ 164 τὴν δικαίαν ὀργήν, ὁ αὐτὸς πάλιν ᾐνίξατο, εἰπὼν ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ, μέσην τάξας τὴν δικαιοσύνην αὐτοῦ, ὡς ἂν ὑπὸ τοῦ παρακειμένου ἐλέου ἐκθλιβομένης καὶ μὴ συγχωρουμένης ἐνεργῆσαι τὰ ἴδια· τοῦτο δὲ τῆς δικαιοσύνης ἴδιον, τὸ νεῖμαι τὰ κατ' ἀξίαν ἑκάστῳ. οἴνου δὲ ἅπαξ ἐπιμνησθεὶς καὶ οὕτω τὴν ὀργὴν καλέσας, ἐπέμεινε τῇ τροπῇ καὶ τὸ ποτήριον ὠνόμασε τὸ διδόμενον τοῖς ἁμαρτωλοῖς ἐκ χειρὸς τοῦ Θεοῦ. ἀλλ' ἐρεῖ τις ἴσως, πῶς λέγεις πολλαπλασίονα τὸν ἔλεον τοῦ Θεοῦ ἐν τῇ τότε κρίσει ὁπότε παρέδωκεν ἡμῖν ἡ ὀπτασία μικρὸν ὑποβᾶσα αἰωνίας εἶναι τῶν κολαζομένων τὰς τιμωρίας; τί γάρ φησι; καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός. πρὸς ὃν ἄν τις εἴποι; ἔστιν, ὦ οὗτος, αἰώνια βασανίζεσθαι καὶ οὐ κατὰ τὴν ἀξίαν πάσχειν. τί γάρ; εἰ ἄξιος τίς ἐστι πυρὸς καὶ σκότους, καταδεδίκασται δὲ εἰς σκότος, ὁ δὲ ἐν τούτῳ τιμωρεῖται μόνον, ἐν τῷ μὴ εἶναι ἐν μετουσίᾳ τῶν τοῦ Θεοῦ ἀγαθῶν καὶ τούτῳ μόνον ὀδυνᾶται, οὐ μὴν καὶ κολάζεται αἰσθητῶς. καπνὸν δέ φησι βασανισμοῦ ἀναβαίνοντα τὸ ἆσθμα τῶν ἁμαρτωλῶν, τὸ κάτωθεν ἐν ταῖς οἰμωγαῖς ἐξωχετευμένον ἐπὶ τὰ ἔξω. ὧδέ φησιν ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν. ἐν τούτῳ φησὶ τῷ καιρῷ τῷ τοῦ ἀντιχρίστου, καὶ τούτῳ τῷ πειρασμῷ διαδείκνυται. ὅσῳ γὰρ μέγιστος ὁ κίνδυνος καὶ ἡ τότε θλίψις, τοσούτου μεγέθους ὑπομονῆς χρεία. εἶτα ὡς ἐξ ἐρωτήσεως ὁ λόγος ἐσχημάτισται. καὶ τίνες φησίν εἰσιν οὓς λέγεις ἁγίους καὶ ὑπομονητικούς; οἱ τηροῦντές φησιν τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ. οἱ γὰρ τοιοῦτοι, καὶ πειρασμῶν παρόντων 165 καὶ θανάτου, πάντα δεύτερα θήσονται τῆς πίστεως καὶ τῆς ἀγάπης τοῦ Θεοῦ. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσάν μοι γράψον· μακάριοι οἱ νεκροὶ οἱ ἐν Κυρίῳ ἀποθνήσκοντες ἀπάρτι· καὶ λέγει τὸ Πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν, τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ' αὐτῶν. μακαρίζει τοὺς μὴ ἑλομένους