1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

53

τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Ἀπαγγείλατε οὖν μοι.» Καὶ πανταχοῦ τὸ θεῖον ὄνομα περιφέρει, καὶ τούτῳ τήν τε ψυχὴν ὁμοῦ καὶ τοὺς λόγους κατακο σμεῖ. Καὶ Θεοῦ λέγων εἶναι τὴν ἑρμηνείαν, καταθαῤ ῥεῖ ταύτης, ἅτε δὴ θεῖον ἑαυτὸν κατασκευάσας νεών. Ἀπήγγελλον οὖν, ὁ δὲ ἡρμήνευε, καὶ τὰ αἰνιγμα τώδη καὶ συνεσκιασμένα ἐγύμνου. Καὶ μετὰ τὸ τέλος τῆς ἑρμηνείας, τῷ ἀρχιοινοχόῳ φησίν· «Ἀλλὰ μνή σθητί μου, ὅταν εὖ σοι γένηται, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν κακὸν, καὶ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦ οἴκου τούτου.» Καὶ οὐδὲ τῆς ἀνάγκης καλεσάσης, τὴν τῶν ἀδελ φῶν ἐγύμνωσε πονηρίαν, ἀλλὰ πρόσωπον ὑποδεικνύει τὸ τῆς κλοπῆς δρᾶμα, καὶ τοὺς ἔργῳ δοῦλον πεποιη κότας, λόγῳ παροινεῖν οὐκ ἀνέχεται, ἀλλ' αἰδοῖ τῆς φύσεως συγκαλύπτει τὴν ἀδικίαν· οὐ μόνον δὲ τὴν τῶν ἀδελφῶν γραφὴν εἰσενεγκεῖν οὐκ ἠθέλησεν, ἀλλ' οὐδὲ τῆς δεσποίνης τὴν πονηρίαν τοῖς ἀγνοοῦσι δήλην πεποίηκε· καὶ τοσαύτην αὐτῇ συνειδὼς λαγνείαν, ἀκολασίαν, ψεῦδος, συκοφαντίαν, ἐπιβουλὴν, τούτων μὲν οὐδὲν εἰς μέσον παρήγαγεν, ἁπλῆν δὲ μόνην ὑπὲρ ἑαυτοῦ τὴν ἀπολογίαν εἰσήνεγκεν· «Ὅτι κλοπῇ, φησὶν, ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐδὲν κακὸν ἐποίησα, καὶ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦ ὀχυρώματος τούτου.» Βλέπε ῥημάτων φιλοσοφίαν, βλέπε διανοίας μεγαλοψυχίαν, βλέπε φρόνημα ἀδού λωτον καὶ ἀκατάπληκτον, βλέπε ψυχὴν τὴν αὐτὴν ἀεὶ, καὶ μήτε ἐν εὐημερίαις ἐπαιρομένην, μήτε ἐν δυσκλη ρίαις ταπεινουμένην, ἀλλὰ πάντα γελῶσαν καὶ τὰ λυπηρὰ τοῦ βίου, καὶ τὰ τερπνὰ, μόνην δὲ ἀρετὴν θαυμάζουσαν, καὶ ταύτης μετιέναι σπουδάζουσαν. Τί τοῦτον ἡ τῆς δεσποίνης ἐλυμήνατο βδελυρία; Τί δὲ αὐτὸν ἡ ἐκείνης ἔβλαψε πονηρία; Μὴ τοίνυν ὁρίζου βλάβην εἶναι δούλων τῶν δεσποτῶν τὴν μο χθηρίαν· δυνατὸν γὰρ καὶ πονηροῖς δεσπόταις δου λεύοντα, φυγεῖν παντὶ σθένει τῆς πονηρίας τὴν μί μησιν. Ὅτι δὲ οὐ δεσποτεία πονηρίας διδάσκαλος, οὔτε πλοῦτος κακίας δημιουργὸς, βλέπε τοῦτον αὐ τὸν, τῆς μὲν δουλείας ἀπαλλαττόμενον, καὶ τῆς βα 83.705 σιλείας τὰ δεύτερα λαμβάνοντα, καὶ τοῖς θρόνοις οὐκ ἐπαιρόμενον, ἀλλὰ τὴν ἀρχὴν ἠπιότητι κεραννύντα, καὶ τὴν ἡγεμονίαν κηδεμονίαν δεικνύντα, καὶ τοὺς ἀδελφοὺς ὁρῶντα μὲν φόνον ἀρτύοντας, οὐ φονῶντα δέ· καὶ τῶν μὲν ὀνείρων ἀναμιμνησκόμενον, τοῦ δὲ φθόνου τῶν ὀνείρων ἐπιλανθανόμενον. Ὁ μὲν γὰρ λιμὸς τοὺς ἀδελφοὺς εἰς τὴν Αἴγυπτον εἵλκυσεν, ἡ δὲ χρεία προσ κυνεῖν ἠνάγκαζεν ἀγνοοῦντας τὸν προσκυνούμενον· οἱ δὲ πολεμηθέντες ὄνειροι, διὰ τῶν ἐπιβουλευσάντων τὸ πέρας ἐλάμβανον. Καὶ οἱ τῶν ὀνείρων χάριν τὸν ἀδελφὸν ἀποδόμενοι, ἵνα μὴ προσκυνήσωσιν ὡς προεῖ πον οἱ ὄνειροι, τῇ πράσει τὴν προσκύνησιν κατεσκεύα σαν. Πραθεὶς γὰρ, ἐδούλευσε· δουλεύσας, τὴν τῆς δεσποίνης ἀκολασίαν ἐμίσησε· μισήσας, συκοφαντίαν ὑπέμεινε· συκοφαντηθεὶς, δεσμωτήριον ᾤκησε· καθειρχθεὶς, τοῖς τοῦ βασιλέως οἰκέταις τοὺς ὀνεί ρους ἡρμήνευσεν. Ἐκεῖθεν γίνεται γνώριμος τῷ βασιλεῖ, ἀπαλλάττει θορυβούμενον ὑπ' ὀνείρων· καὶ σαφῶς ἑρμηνεύσας, καὶ τὸ πρακτέον συμβουλεύ σας, χειροτονεῖται λοιπὸν ὧν συνεβούλευσεν οἰκο νόμος. Κεράννυσι τῇ φορᾷ τῶν καρπῶν τὴν προσδοκω μένην τῆς γῆς ἀκαρπίαν, καὶ τὴν εὐετηρίαν φυλάττει φάρμακον τῷ λιμῷ· καὶ γίνεται τροφεὺς, οὐκ Αἰγυ πτίων μόνον, ἀλλὰ καὶ τῶν ἀδελφῶν, οἳ τροφὴν αὐτὸν ἐποιήσαντο. Προσκυνοῦσι τοιγαροῦν αὐτὸν ἀληθῶς οἱ τῶν ὀνείρων φθονήσαντες, καὶ οἱ τὴν ἐν ὀνείρῳ προσκύνησιν οὐ δεξάμενοι, τὴν ἀληθῆ προσκύνη σιν ἐποιήσαντο. Ὁ δὲ τὴν μὲν προσκύνησιν δέχεται, τοῖς δὲ ἴσοις τοὺς ἀδελφοὺς οὐκ ἀμείβεται, ἀλλὰ καὶ τρέφει, καὶ θεραπεύει, καὶ προῖκα τὸν σῖτον δωρεῖται. Καὶ τὸ τελευταῖον, τὸν ὁμογάστορα θεασά μενος ἀδελφὸν, καὶ τὸ δρᾶμα τῆς ἐπιβουλῆς ὑφήνας, ὡς εἶδεν αὐτοὺς ὑπερμαχοῦντας τοῦ νέου, καὶ τὴν τοῦ πρεσβύτου πατρὸς θεραπείαν τῆς σφῶν αὐτῶν προτιμῶντας ἐλευθερίας, τὸ προσωπεῖον