1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

54

ἐστιν. εἴρηται γοῦν ἐν ψαλμῷ· "ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου". ἡ ζωὴ δὲ ἡ παρεκτεινομένη τῇ ἐνταῦθα ἐπιδιατριβῇ λέγεται αἰών· "ἔσται" γάρ "σοι δοῦλος εἰς τὸν αἰῶνα". "οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα", ἀντὶ τοῦ "διὰ βίου". ἐπεὶ τοίνυν ὁ χρόνος τῆς ἡμετέρας ζωῆς πρὸς τὸ φωτίσαι τὸ πρόσωπόν σου γεγένηται- ἐληλύθαμεν γὰρ τὴν παρουσίαν σου προαναφωνῆσαι-, ὁ αἰὼν ἡμῶν πᾶς εἰς φωτισμὸν τοῦ προσώπου σου γέγονεν ἕνεκεν τοῦ φωτίσαι καὶ φανερῶσαι ἀνθρώποις τὴν ἐπιδημίαν σου. 6 μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. εἰ γὰρ καὶ παρεκάλεσα καὶ ἦρα τὴν ψυχήν μου πρὸς σὲ καὶ τὰ ἄλλα ἠξίωσα ὑπαρχθῆναί μοι παρὰ σοῦ, ἀλλ' οὐ κατ' ἀξίαν ταῦτα αἰτῶ. οἰκτίρων καὶ ἐλεῶν ταῦτα παρέχεις συμφώνως τῷ· "οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ"· κἂν γὰρ πάντα, ἃ παρ' ἑαυτούς, ἐποιήσαμεν, ἐλέῳ θεοῦ σπουδάζομεν τυχεῖν τοῦ τέλους αὐτῶν. ὡς οἰκτίρ μων ἄκουσόν μου, ὡς ἐλεήμων δέξαι μου τὰς εὐχάς. "καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν". μὴ γὰρ χθὲς καὶ πρώην ἤρξω ἐλεήμων εἶναι. ἀίδιος εἶ, ἀιδίως ἀγαθὸς εἶ. 7 ἁμαρτίας νεότητός μου καὶ τὰς ἀγνοίας μου μὴ μνησθῇς. θεωρεῖς ὅτι περὶ προλαβουσῶν ἀγνοιῶν καὶ ἁμαρτημάτων εὔχεται κατ' οἰκτιρμὸν καὶ ἐλεημοσύνην θεοῦ· οὐ γὰρ ἔτι μετάνοιά ἐστιν ἡ ἐπὶ πραττομένοις ἁμαρτήμασιν ἀναπέμπουσα εὐχήν. ἐπὶ παρῳχηκόσιν γίνονται αἱ μετάνοιαι. λέγει γοῦν· "μὴ μνησθῇς τῶν ἁμαρτιῶν καὶ τῶν ἀγνοιῶν μου" ὧν ἔχω, νῦν οὐκ ἔχω δέ, ἀλλὰ τῶν τῆς νεότητος. δυνατὸν δὲ καὶ οὕτως· οἵας ἐὰν ᾖ ἡλικίας ὁ ἀγνοῶν καὶ ἁμαρτάνων, νέος ἐστὶν νεότητι τῆς γνώμης, νεοπαγίᾳν τῆς ἕξεως. εὑρεῖν οὖν ἔστιν ἀεὶ τοὺς ἐξομολογουμένους καὶ μετανοίας λόγους προφέροντας περὶ παρῳχηκότων ἁμαρτημάτων τοῦτο ποιοῦντας· "ἡμαρτήκαμεν, ἠνομήσαμεν, ἠσεβήσαμεν"· πῶς γὰρ οἷόν τέ ἐστιν; ὁ μετανοῶν ἀρετὴν αἰτεῖ. πῶς οὖν δύναται ἀρετὴν ἔχειν ἢ λαβεῖν ὁ ἐν τοῖς ἁμαρτήμασιν ἔτι ὤν; "ἕκκλινον" γοῦν "ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν". 7 κατὰ τὸ ἔλεός σου μνήσθητί μου σύ. ἐπερ · "μνήσθητί μου"; -ἰδίωμά ἐστιν τῆς γραφῆς ἀντὶ τοῦ "γνῶθί με". 7 ἕνεκεν τῆς χρηστότητός σου, κύριε. οὐχ ἕνεκα τῆς ἐμῆς ἀρετῆς μνήσθητί μου. 8 χρηστὸς καὶ εὐθὴς ὁ κύριος. ὁ μετὰ εὐθύτητος ὢν χρηστὸς ἀγαθός ἐστιν· πολλάκις 81 γὰρ τὸ "χρηστὸν" ἐπὶ διαβολῇ λαμβάνεται· "φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί". οὐκ ἐπαινετῶς τὰ χρηστὰ ὧδε λαμβάνει, ἀντὶ τῶν ἐπιπολαίων. καὶ πάλιν τὸ ἄκακον ὁμοίως· "ἄκακος πιστεύει παντὶ λόγῳ", ἀντὶ τοῦ εὐήθης. καὶ περὶ τῶν ἑτεροδόξων γράφει Παῦλος· "διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων". 8 διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. εἰ ἦν ἀπότομος, εἰ μὴ ἦν χρηστός, οὐκ ἐνομοθέτει ἐν τῇ ὁδῷ τῆς σωτηρίας τοὺς ἁμαρτάνοντας, ἀλλὰ κολάσει αὐτοὺς παρεδίδου. καὶ αὐτοὺς οὖν τοὺς ἁμαρτάνοντας ἐν ὁδῷ νομοθετεῖ, ἵν' ὁδεύσαντες ταύτην τὴν ὁδὸν σωτηρίαν σχῶσιν. καὶ θεώρει· οὐ λέγει "τοὺς ἡμαρτηκότας", ἀλλὰ "τοὺς ἁμαρτάνοντας". καὶ τοὺς ἔτι ἁμαρτάνοντας διὰ προτροπῶν, νουθεσιῶν, νομοθεσιῶν ἄγει αὐτοὺς εἰς τὴν ὁδόν. ἐπερ · τὸν γραπτὸν λέγει; -κατὰ πάντα τὰ σημαινόμενα τοῦ νόμου ἐκλαμβάνεσθαι τοῦτο τὸ ῥητὸν δύναται. 9 ὁδηγήσει πραεῖς ἐν κρίσει. κεκριμένως τοὺς πράους ὁδηγεῖ· δοκεῖ γὰρ πάλιν καὶ ἡ πραότης τοῖς πολλοῖς ἐπιπολαιότητα σημαίνειν. ὅτε δὲ καὶ κεκριμένως ὁδηγοῦνται, τελείαν ἀρετὴν ἔχουσιν ἣν ἐδίδαξεν ἔχειν ὁ σωτὴρ λέγων· "μάθετε ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ". δύναται δὲ καὶ τὸ "ἐν κρίσει" οὕτως· κρίνας τούτους τοὺς πραεῖς δυναμένους ὠφεληθῆναι ὁδηγεῖ αὐτούς. καὶ ἡ πρώτη δὲ διάνοια μάλιστα ἔχει ἁρμονίως πρὸς τὴν λέξιν ὅτι κεκριμένως ἔρχονται ἐπὶ τὴν ὁδὸν ὁδηγὸν τὸν θεὸν ἔχοντες. ἢ οὐχ ὁδηγεῖ ὁ λέγων· "μάθετε ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι"; 10 πᾶσαι αἱ ὁδοὶ κυρίου ἔλεος καὶ ἀλήθεια. ἐν πολλοῖς τόποις τῶν γραφῶν