1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

54

ἤτοι σκύμνοι λεόντων, οἳ τῷ φοβερῷ χάσματι καὶ ταῖς τῶν ὀνύχων ἀκμαῖς κατεσπάρασσον. ἀλλ' ἦλθον οἱ σύμμαχοι, ὁ ἔλεός τε καὶ ἡ ἀλήθεια, ἡ καλὴ συζυγία. οὔτε γὰρ ἄκριτος ὁ ἔλεος οὔτε ἀνελεὴς ἡ ἀλήθεια. καὶ διὰ τούτων ἐλευθεροῦμαι τῆς μετὰ τῶν σκύμνων τούτων διαγωγῆς. τὰ δὲ θηρία ταῦτα, φησίν, υἱοὶ ἀνθρώπων εἰσίν, ὧν οἱ ὀδόντες ὅπλα καὶ βέλη καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. οὐκ οἶδεν ἡ τῆς φύσεως ἡμῶν κατασκευὴ τὰ αἰσθητὰ βέλη ταῦτα τοῖς ἀνθρωπίνοις στόμασιν ἀντὶ ὀδόντων ἐγκείμενα, ἀλλ' ὅταν τις ὁμοιωθῇ πρὸς τὸ πάθος καὶ μεταμορφωθῇ πρὸς τὴν ἐπικρατοῦσαν κακίαν, ἀπολέσας τὴν κατὰ φύσιν μορφὴν θηρίον γίνεται. διὰ τοῦτο λεόντων μνησθεὶς τοὺς υἱοὺς τῶν ἀνθρώπων τὰ θηρία ὠνόμασεν, ὧν ὀδόντες καὶ γλῶσσα τὰ τοῦ πολέμου ὄργανα. 5.157 Ὁ οὖν τοσοῦτον ὑπεραρθεὶς τῶν ἐναντίων, ὡς ὑπὸ τὴν σκιὰν τῶν θείων πτερύγων αὐλίζεσθαι καὶ ἀπὸ τῆς γῆς εἰς τὴν ἐπουράνιον λῆξιν ἀναληφθῆναι (Ἐξαπέστειλεν γάρ, φησίν, ἐξ οὐρανοῦ, καὶ ἔσωσέν με), οὐκέτι πρὸς τὰ περίγεια βλέπει, ἀλλὰ τὴν ἐν τοῖς ἐπουρανίοις δόξαν περιεργάζεται, Ὑψώθητι, λέγων, ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. καὶ διηγούμενος τὰς τῶν ἐχθρῶν προσβολὰς ἐκείνους φησὶν αὐτοῖς τοῖς ἑαυτῶν κακοῖς περιστρέφεσθαι τοῖς βόθροις ἐγκαταπίπτοντας. φησὶ γὰρ ὅτι Παγίδα ἡτοίμασαν τοῖς ποσί μου καὶ κατέκαμψαν τὴν ψυχήν μου. ὤρυξαν πρὸ προσώπου μου βόθρον, καὶ ἐνέπεσον εἰς αὐτόν. αὐτὸς δὲ ἐν ἑτοίμῳ εἶναί φησιν τοῦ τὴν θείαν δόξαν δι' εὐφημίας ὑμνεῖν. ὡς μακάριος τῆς τοσαύτης μεγαλο φυΐας ἐκεῖνος, οὗ ἡ καρδία πρὸς εὐφημίαν τῆς θείας δόξης ἡτοίμασται, χωροῦσα ἐν ἑαυτῇ τὸ ἀχώρητον· εὐτρεπής τε εἶναι λέγων καὶ ἕτοιμος, καὶ οὐκ ἀναβάλλεται τὴν ᾠδήν, ἀλλὰ προσκαλεῖται τὰ ζῶντα ἑαυτοῦ ὄργανα ὀνομαστὶ πρὸς τὴν τῆς ὑμνῳδίας ὑπηρεσίαν καλῶν, Ἐξεγέρθητι, λέγων, ψαλτήριον καὶ κιθάρα. ὅπερ τοῦ διπλοῦ ἀνθρώπου τοῦ φαινομένου τε καὶ κεκρυμμένου τὴν ἐναρμόνιον συνῳδίαν πρὸς τὴν θείαν δοξολογίαν ἐνδείκνυται καὶ ὑπακούει τῷ καλοῦντι τὰ ὄργανα. ὁ δὲ καιρὸς τῆς τοιαύτης μουσικῆς ὄρθρος ἐστίν. οὐδενὶ γὰρ τῶν μὴ ἀποθεμένων τὰ ἔργα τοῦ σκότους ἡ δόξα τοῦ θεοῦ διεγείρεται. Ἐξεγερθήσομαι οὖν ἐν τῷ ὄρθρῳ, φησὶ πρὸς τὸν καλοῦντα τὸ ψαλτήριόν τε καὶ ἡ κιθάρα. καὶ οὕτως ἐπαγγέλλεται πληρώσειν τῷ θεῷ τὴν εὐχαριστίαν, ἣν ἐξομολόγησιν λέγει, ἐν λαοῖς πληρουμένην καὶ ἔθνεσι. μερίζεται γὰρ πρὸς τὰ δύο ταῦτα ὀνόματα κατὰ 5.158 τὸ ἴσον ἡ χάρις τῆς πίστεως, πρός τε τοὺς λαοὺς καὶ τὰ ἔθνη. οὐ γὰρ Ἰουδαίων ὁ θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν. ἐπείπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως, διὰ τοῦτο καθάπερ διπλοῦ τινος ῥεύματος τῆς θείας εὐλογίας ἐπ' ἄμφω χυθείσης, πῇ μὲν ἐπὶ τοὺς λαούς, πῇ δὲ πρὸς τὰ ἔθνη διαιρεθείσης, ὑπὲρ ἀμφοτέρων ἡ προφητεία τῷ θεῷ προσάγει τὴν εὐχαριστίαν, ὅτι τῆς ἁμαρτίας εἰς ἄπειρον αὐξηθείσης ὑπερέχει ἐν τῷ ἰδίῳ μεγέθει ὁ τοῦ θεοῦ ἔλεος καὶ αὐτοῦ τοῦ οὐρανίου ὕψους ὑπεράνω γενόμενος. Μέγα γάρ, φησίν, ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου. τὰ δὲ ῥήματα τῆς ὑπὲρ τούτων δοξολογίας οἶμαι τὰς τελευταίας εἶναι τῆς ψαλμῳδίας φωνάς, ἐν οἷς φησιν Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. ὅσον γὰρ πλεονάζει κατὰ γῆν ἡ τοῦ θεοῦ δόξα διὰ τῶν σῳζομένων ἐκ πίστεως ἐπαυξομένη, τοσοῦτον αἱ ὑπερκόσμιοι δυνάμεις ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν ἀγαλλιώμεναι τὸν θεὸν ἀνυμνοῦσί τε καὶ δοξολογοῦσιν, καθώς φησιν ἐπὶ τῶν ποιμένων ἡ ἐπουράνιος στρατιά, ὅτε εἶδον οἱ ἄγγελοι ἐπὶ γῆς τὴν εἰρήνην τὴν ὑπὲρ τῆς ἐν ἀνθρώ ποις εὐδοκίας τῷ βίῳ ἡμῶν ἐπιφανεῖσαν, ὅτι ∆όξα ἐν ὑψίστοις θεῷ.

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ

Τούτου δὲ τοῦ ὕψους τῆς ψαλμῳδίας ἡ ὑπερκειμένη διαδοχὴ τοσοῦτον ἐπὶ τὸ

μεγαλειότερον διαφέρει, ὅσον 5.159 ἐξ αὐτῶν ἔστι τῶν γεγραμμένων μαθεῖν. καὶ