54
21,29a ἐρωτήσατε παραπορευομένους ὁδόν, 29b καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριωθήσεται, 21,30a ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρὸς 30b καὶ εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσεται. 21,31a τίς ἀπαγγελεῖ ἐπὶ πρόσωπον αὐτοῦ τὴν ὀργήν; 31b καὶ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ; 21,32a καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη 32b καὶ ἐπὶ σορῷ ἠγρύπνησεν. 21,33a ἐγλυκάνθη138 σαν αὐτῷ χάλικες χειμάρρου, 33b καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται 33c καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι. 21,34a πῶς δέ με παρακαλεῖτε κενά; 34b τὸ δὲ ἀφ' ὑμῶν καταπαῦσαί με οὐδέν.
22,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 22,2 πότερον οὐχὶ ὁ
κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; καὶ οὗτος τοῦτο ὡμολόγησεν ἡττηθείς. εἶτα, ἐπειδὴ ἐκ τῶν εἰρημένων συνήγετο τὸ μὴ εἶναι ἀσεβῆ τὸν Ἰὼβ μηδὲ δεῖν ἀπὸ τῶν τιμωριῶν τοὺς τρόπους στοχάζεσθαι .... ὅρα, πῶς κακούργως· ταύτῃ σχεδὸν καὶ τὴν πρόνοιαν ἀναιρεῖ· 22,3a τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ᾖς ἄμεμπτος τοῖς ἔργοις; τουτέστιν· οὐδὲν τοῦτο πρὸς τὸν θεόν. 22,3b ἢ ὠφέλεια αὐτῷ, ὅτι ἁπλώσεις τὴν ὁδόν σου; «μὴ γάρ τι εἰς τὴν αὐτοῦ συντελεῖ τοῦτο ὠφέλειαν;» φησίν. ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι «ὁ θεὸς ταῦτα ἐποίησε καὶ δι' αὐτὸν πάσχω», θέλει δεῖξαι, ὅτι οὐ παρὰ τοῦ θεοῦ. 22,4a ἢ λόγον σου ποιούμενος, φησίν, ἐλέγξει σε 4b καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν; «μάλιστα μὲν οὖν, εἰ καὶ δίκαιος ᾖς, οὐδὲν αὐτῷ μέλει οὐδ' ἔχει σου λόγον.» τουτέστιν· οὐ πολλῆς τῷ θεῷ τοῦτο σπουδῆς ἄξιον. «πλὴν εἰ καὶ ἐβούλετό σε κρῖναι, πολλὰ ἂν εὗρεν ἁμαρτήματα, εἴ γε δικαίως ἤθελε μετὰ σοῦ κριθῆναι.» εἶτα καταλέγει τὰ ἁμαρτήματα· 22,5a πότερον οὐχὶ ἡ κακία σού ἐστι πολλή, 5b ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι; 22,6a ἠνεχύραζες γὰρ τοὺς ἀδελφούς σου διὰ κενῆς, 6b ἀμφίασιν δὲ γυμνῶν ἀφείλου, 139 22,7a οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, 7b ἀλλὰ πεινῶντας ἐστέρησας ψωμῶν. 22,8a ἐθαύμασας δέ τινων πρόσωπα, 8b ἐκοίμισας δὲ πτωχοὺς ἐπὶ γῆς· 22,9a χήρας δὲ ἐξαπέστειλας κενὰς 9b καὶ ὀρφανοὺς ἐκάκωσας. 22,10a τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, 10b καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος. καὶ πόθεν; «ὅτι κολάζῃ», φησίν. 22,11a τὸ φῶς σοι εἰς σκότος ἀπέβη, 11b κοιμηθέντα δέ σε ὕδωρ ἐκάλυψεν. τουτέστιν· «ἐν ἐρημίᾳ καὶ αἴθριος ἀλήτης καὶ φυγὰς ἀνέστιος γέγονας.» 22,12a μὴ ὁ τὰ ὑψηλὰ ναίων οὐκ ἐφορᾷ, 12b τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν; 22,13a καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός; 13b ἦ κατὰ τοῦ γνόφου κρίνει; 22,14a νεφέλη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται 14b καὶ γῦρον οὐρανοῦ διαπορεύεται. 22,15a μὴ τρίβον αἰώνιον φυλάξεις, 15b ἣν ἐπάτησαν ἄνδρες δίκαιοι, 22,16a οἳ συνελήφθησαν ἄωροι; 16b ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν, 22,17a οἱ λέγοντες· τί ποιήσει ἡμῖν ὁ κύριος 17b ἢ τί ἐπάξει ἡμῖν ὁ παντοκράτωρ; 22,18a ὁ δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, 18b βουλὴ δὲ ἀσεβῶν πόρρω αὐτοῦ. 22,19a ἰδόντες δὲ οἱ δίκαιοι ἐγέλασαν, 19b ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς. 22,20a εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, 20b καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. 22,21a γενοῦ δὲ σκληρός, ἐὰν ὑπομείνῃς· 21b ἦ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. 22,22a ἔκλαβε δέ, φησίν, ἐκ στόματος αὐτοῦ ἰσηγορίαν σὺν ἐξομολογήσει 22b καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. τουτέστιν· «ἐναντίον αὐτοῦ ἀντίλεξον, ἐὰν ὑπομείνῃς.» οὐδαμῶς. 22,23a ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου 23b καὶ πόρρω ποιήσῃς ἀπὸ διαίτης σου 140 τὸ ἄδικον, 22,24a θήσεις ἐπὶ χώματι ἐν πέτρᾳ 24b καὶ ὡς πέτρα χειμάρρου Σωφείρ. 22,25a ἔσται σοι βοηθὸς ὁ παντοκράτωρ ἀπὸ ἐχθρῶν, 25b καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. 22,26a εἶτα ἐν παρρησίᾳ ἔσῃ ἔναντι κυρίου 26b ἀναβλέψας εἰς οὐρανὸν ἱλαρῶς. 22,27a εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, 27b δώσει δὲ τὰς εὐχάς σου ἀποδοῦναι. 22,28a ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, 28b ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος, 22,29a