54
προσκυνῆσαι τῇ εἰκόνι τοῦ θηρίου μηδὲ λαβεῖν χάραγμα ἐπὶ τοῦ μετώπου καὶ τῆς χειρὸς αὐτῶν καὶ διὰ τοῦτο ἀναιρεθέντας· οὗτοι γὰρ τὸν τοῦ μαρτυρίου στέφανον ἀναδησάμενοι, τῆς αὐτῆς τοῖς μάρτυσιν λήξεως ἐπιτύχωσι. καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τῆς κεφαλῆς καθή μενον ὅμοιον υἱῷ ἀνθρώπου, ἔχοντα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ οὐρανοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς κεφαλῆς· πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα τοῦ θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην. ἐπεὶ καὶ τοῦτό φησι τὸ εὐαγγέλιον, ἥντινα μαρτυρίαν ἐν τοῖς ἔμπροσθεν παρεθέμην, εἶναι ἀγγελικήν τινα δύναμιν· γέγραπται γὰρ καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. νεφέλην δὲ τοὺς ἀγγέλους καλεῖ, διὰ τὸ μετέωρον καὶ ὑψηλὸν τῆς φύσεως αὐτῶν καὶ ἀξίας· ἢ γοῦν νεφέλην καλεῖ τὴν θεοτόκον ἐφ' ᾗ ἐποχεῖται τιμῶν 166 καὶ ταύτην τὴν κατὰ σάρκα μητέρα· οὕτω γὰρ αὐτὴν καὶ ὁ Ἡσαΐας προορᾷ λέγων ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ. τοῦτο τὸ ῥητὸν ἑρμηνεύων ὁ Ἀκύλας φησὶ τὴν νεφέλην πάχος ἐλαφρόν· πάχος μὲν ὡς οἶμαι, διὰ τὸ εἶναι αὐτὴν ἄνθρωπον καὶ σάρκα, ἐλαφρὸν δὲ διά τε τὸ καθαρὸν καὶ ἄμωμον καὶ μηδὲ μιᾷ καταφορτίζεσθαι ἁμαρτίᾳ, ἔτι δὲ καὶ διὰ τὸ ὑψηλὸν καὶ οὐρανοπόρον τῆς ψυχῆς. οὕτω μὲν τὴν νεφέλην νοήσεις· λευκὸν δὲ διὰ τὸ καθαρὸν καὶ φωτοειδὲς τῶν θεωρηθέντων. ὁ δέ γε στέφανος τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βασιλείαν αἰνίττεται· βασιλεὺς γὰρ τῶν τε νοητῶν καὶ αἰσθητῶν ὁ Χριστός, χρυσοῦς δὲ ὁ στέφανος ἐκ τῶν παρ' ἡμῖν τιμίων τὸ ἔνδοξον τῆς βασιλείας ὑπογράφων. τὸ δὲ ἐν τῇ χειρὶ δρέπανον ἔχειν αὐτὸν παραδηλοῖ τὸ ἐν τῇ ἐξουσίᾳ αὐτοῦ καθῆσθαι τὴν τοῦ αἰῶνος συντέλειαν. τί δὲ καὶ ὁ ἄγγελος αὐτῷ φησι πέμψον τὸ δρέπανόν σου καὶ θέρισον ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς· καὶ ἔβαλέ φησι τὸ δρέπανον καὶ ἐθερίσθη ἡ γῆ; θερισμὸς ἀναγέγραπται πολὺς ἐν τοῖς Εὐαγγελίοις· οἱ δὲ ἐργάται ὀλίγοι· ἀλλ' ἐκεῖ μὲν τὴν τῶν πιστῶν συλλογὴν ὁ θερισμὸς ἐδήλου, ἐνταῦθα δὲ τὴν συντέλειαν τῶν ἀνθρώπων ἵνα εἴτι μὲν εἴη ἐν αὐτοῖς ἀχυρῶδες καὶ ἀτελεσφόρητον καὶ πυρὸς ἄξιον, πυρὶ παραδοθῇ. καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. καὶ ἄλλος ἄγγελος ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησε φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ· λέγων· θέρι 167 σον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ τὴν μεγάλην. καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων. ὁ τὸ δρέπανον ἔχων ἄγγελος, ὃς ἐκ τοῦ ἐπουρανίου ἐξελήλυθε ναοῦ, ὑπουργός ἐστι καὶ αὐτὸς καὶ διάκονος τῆς μελλούσης ἔσεσθαι συντελείας. οὐράνιος δὲ ὢν καὶ λειτουργὸς τοῦ Θεοῦ ἐκ τοῦ ἐπουρανίου ναοῦ ἐξεληλυθὼς γράφεται. καὶ ἄλλος φησὶν ἄγγελος ἐκ τοῦ θυσιαστηρίου ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός. καὶ τοῦτόν μοι νόει ἐπὶ τῆς κολάσεως τῶν ἀσεβῶν τετάχθαι. εἶτά φησι πέμψον τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς. ὁ μὲν οὖν πρόσθεν εἰρημένος θερισμὸς δικαίους ἔγραφε καὶ ἁμαρτωλοὺς συντελουμένους ἅμα, ὧν τὴν διάκρισιν τῶν ὄντων ποιήσειτὸ πτύον τοῦ Κυρίου ᾧ περικαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸν μὲν σῖτον συναγάγῃ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον πυρὶ ἀσβέστῳ κατὰ τὸ ἐν Εὐαγγελίοις εἰρημένονἡ δέ γε τρύγη τῶν σταφυλῶν τοὺς λίαν ἀνόμους αἰνίττεται, ἀπὸ τῆς μέθης αὐτοὺς καὶ τῆς παραφροσύνης τῆς ὀπτασίας ζωγραφούσης· καὶ δῆλον ἐξ ὧν οὔτε ὁ Κύριος αὐτῶν ἀξιοῖ τὴν συλλογὴν ποιήσασθαι ὥσπερ τῶν πρώτων, ἀλλά τις τῶν ἀγγέλων, καὶ ἔξω εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ εὐθέως βέβληνται, μήτε ἀπολογίας ἀξιωθέντες