55
συνέζευκται τὸ ἔλεος τῇ ἀληθείᾳ. μεγάλη τίς ἐστιν ἡ ἀλήθεια, ἵν' οὕτως εἴπω, ὑπὲρ τοὺς ἀνθρώπους ἐστίν. θεώρει δὲ ὅτι πάντα τὰ λογικὰ καὶ τὰ ὑπερφυῆ καὶ τὰ ἄνω ἀπομείναντα χρῄζει τῆς ἀληθείας. ἐνταῦθα δὲ χρῄζομεν τοῦ ἐλέου, ἵνα δυνηθῶμεν γνῶναι τὴν ἀλήθειαν. εἴρηται δὲ ἐν τοῖς ἔνπροσθεν· "τὰς ὁδούς σου, κύριε, καὶ τὰς τρίβους σου ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου". ἀρχὴ οὖν τοῦ ὁδεύειν ταύτας τὰς μακαρίους ὁδοὺς ἐκ τοῦ ἐλέους τοῦ θεοῦ γίνεται, τέλος δὲ ἐκ τῆς ἀληθείας. 10 τοῖς ἐκζητοῦσιν τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. οὐ τοῖς ἁπλῶς ζητοῦσιν, ἀλλ' ἐπιτεταμένως τοῖς ἐκζητοῦσιν. οἱ ἐρευνῶντες τὰς γραφάς, κἀκεῖνοι ἐκζητοῦσιν τὴν θεοῦ διαθήκην. ταὐτὸν δὲ τὸ ἐρευνᾶν καὶ τὸ ἐκζητεῖν. "καὶ τὰ μαρτύρια αὐτοῦ"· μαρτύριά εἰσιν αὐτοῦ τὰ ὑπ' αὐτοῦ μεμαρτυρημένα λόγια. οἶδας ὅτι τὸ μαρτυρηθὲν ἀναντίρρητον. τὸ ἀναντίρρητον οὖν τῶν θείων παιδευμάτων τῷ ὀνόματι τῶν μαρτυρίων πολλάκις σημαίνεται. ἐπερ · ἃ αὐτὸς ἐμαρτύρησεν; -ἃ αὐτὸς ἐβεβαίωσεν. δυνατὸν δὲ καὶ τὰ ἀνεξέλεγκτα καὶ μὴ ἔχοντα ἀνατροπὴν μαρτύρια λέγεσθαι, οὐχ ὅτι ὑπό τινος ἐμαρτυρήθησαν, ἀλλ' ὅτι ἡ φύσις αὐτῶν τοιαύτη ἐστίν, ὥστε μαρτυρεῖν αὐτὰ 82 τῇ ἀληθείᾳ. "καὶ ὁ μάρτυς", φησίν, "ἐν οὐρανῷ πιστός". περὶ τοῦ θεοῦ, ἐὰν λέγηται ὁ θεὸς μαρτυρεῖσθαι, μὴ τοῦτο λέγομεν ὅτι ὁ μαρτυρῶν αὐτῷ συνιστᾷ αὐτόν. Ἰωάννης ἐλήλυθεν, "ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός"· μὴ γὰρ ὁ μαρτυρήσας περὶ τοῦ φωτὸς Ἰωάννης πίστιν καὶ σύνστασιν τῷ φωτὶ παρέσχεν. ὁ μαρτυρῶν ἐπιστήμῃ ἑαυτὸν δείκνυσιν ἐπιστήμονα, καὶ ὁ μαρτυρῶν ἀρετῇ δείκνυται σπουδαῖος ὤν. οὕτω γοῦν καὶ οἱ ἐν τοῖς διωγμοῖς εὐαρεστήσαντες καὶ ἀθλήσαντες ὡς δεῖ μάρτυρες λέγονται. ἑαυτοὺς ἔδειξαν φιλαλήθεις, ἑαυτοὺς ἔδειξαν εἰδότας τὴν ἀλήθειαν. οὐ τὴν ἀλήθειαν ἐβεβαίωσαν, ἀλλ' ἑαυτοὺς ἐβεβαίωσαν. τὰ ἄξια οὖν τοῦ μαρτυροῦντος λέγεται πολλάκις μαρτύρια. 11 ἕνεκεν τοῦ ὀνόματός σου, κύριε. οὐχ ἕνεκα τῆς ἡμετέρας σπουδῆς ἢ τοῦ ἡμετέρου βίου, ἀλλὰ διὰ τὸ σὸν ὄνομα. τοῦτο γοῦν καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγουσιν· "μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν"· ἐπεὶ γὰρ σοῦ χρηματίζομεν καὶ σὺ θεὸς ἡμῶν ὠνομάσθης, ποίησον διὰ τὸ σὸν ὄνομα. 11 καὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μου· πολλὴ γάρ ἐστιν. τὸ "πολλή ἐστιν" οὕτω λέγομεν· εἰ τοσαῦτα ποθεῖ γνωρισθῆναι ἑαυτῷ τὰς ὁδούς, ὁδηγηθῆναι ἐπὶ τὴν ἀλήθειαν, πῶς πολλὴν ἔχει ἁμαρτίαν; εἴρηται ἔνπροσθεν τοῦ· "ἀπὸ τῶν κρυφίων μου καθάρισόν με", ὅτι καὶ ὁ βραχὺς μολυσμὸς μεγάλη ἁμαρτία ἐστὶν τῷ ὁλοκαθάρμῳ. 12 τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον. λοιπὸν πυνθάνεται· τίς ἐστιν ἄρα ὁ φοβούμενος τὸν θεὸν ἄνθρωπος; τούτῳ "νομοθετήσει ἐν ὁδῷ ᾗ ᾑρεθίσατο" αὐτὸς ὁ θεός. οὐχ ὁ τυχών ἐστιν δὲ ὁ τὸν κύριον φοβούμενος ἄνθρωπος. οὕτως νομίζομεν οἱ πολλοί, οὕτως πολλάκις λέγομεν ὅτι· "ἐγὼ ἁπλῶς θέλω φοβεῖσθαι τὸν θεόν". οὐκ ἰσμὲν δὲ τί λέγομεν· ὁ γὰρ "φόβος τοῦ θεοῦ πάντα ὑπερέβαλεν", ὡς αὐτὴ ἡ γραφὴ λέγει. καὶ ἔτι· "οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν". εἰ οὐκ ἔχει ὑστέρημα ὁ φοβούμενος τὸν θε όν, πληρέστατός ἐστιν. τὸ "τίς ἐστιν" δύναται τὸ σπάνιον εἶναι καὶ πυσματικόν. 12 νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρεθίσατο. ᾗ αὐτὸς ὁ θεὸς αἱρεῖται. δύναται δὲ ᾗ ᾑρεθίσατο ὁ ἄνθρωπος· κυρίως γὰρ ἡ ἀρετὴ αἱρετὴ λέγεται. ὥσπερ φιλητόν ἐστιν τὸ ἄξιον τοῦ φιλεῖσθαι, κἂν μηδεὶς αὐτὸ φιλῇ, φιλητόν ἐστιν καὶ μισητὸν τὸ ἄξιον τοῦ μισεῖσθαι, κἂν μηδεὶς αὐτὸ μισῇ, οὕτως αἱρετή ἐστιν ἡ "αἱρετή", κἂν μηδεὶς αὐτὴν αἱρῆται· αἱρεῖσθαι γὰρ ἔστιν καὶ κακά, ἀλλ' οὐκ αἱρετά. μᾶλλον ἐσφαλμένη ἐστὶν ἡ περὶ ταῦτα αἵρεσις. "νομοθετήσει αὐτῷ ἐν ὁδῷ ᾗ ᾑρετίσατο". ἤτοι αὐτὸς ὁ νομοθετῶν ἢ ὁ νομοθετούμενος. ἀμφότερα δὲ ἀληθῆ ἐστιν. 13 ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται. οὗτος ὁ φοβούμενος τὸν κύριον ἄνθρωπος ἐν ἀγαθοῖς ἔχει τὴν ψυχὴν αὐλιζομένην. 13 καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. "σπέρμα αὐτοῦ" οὐ πάντως τὸ σωματικόν -πολλῶν δὲ ἁγίων