1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

55

ὅτι ἐταπείνωσας σεαυτόν. καὶ ἐρεῖς· ὑπερηφανευσάμην, 29b καὶ κύφοντα ὀφθαλμοῖς σώσει· 22,30a ῥύσεται δὲ ἀθῷον, 30b καὶ διασώθητι ἐν καθαραῖς χερσί σου.

23,1 ΥΠΟΛΑΒΩΝ ∆Ε ΙΩΒ ΛΕΓΕΙ· 23,2a καὶ δὴ οἶδα, ὅτι ἐκ χειρῶν μου ἡ ἔλεγξίς

ἐστιν. τουτέστιν· «τὸν κατήγορον μετ' ἐμαυτοῦ περιφέρω· τὸν ἔλεγχον, τὴν ἀπόδειξιν τῶν κακῶν οἴκοθεν ἔχω.» 23,2b ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ' ἐμοί, στενάζω δὲ ἐπ' ἐμαυτόν. «εἴθε ἐνῆν», φησίν, «παραυτὰ τῶν τιμωριῶν τὴν ψῆφον φέρεσθαι ἢ εὑρεῖν αὐτόν. εἴθε ἐνῆν δικάσασθαι», φησίν, «καὶ ἐντυχεῖν αὐτῷ καὶ μαθεῖν, τίνα ἦν, ἃ ἔμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἔμελλε λέγειν.» ὅρα, πῶς ἐπέτυχεν, ὅπερ ηὔχετο· τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ. «ἤθελον μαθεῖν, τί μοι ἔμελλεν ἐρεῖν καὶ εἰ ἔμελλε με ὁμοίως κολάζειν.» ταῦτα δὲ εἶπεν οὐχ ὡς καταγινώσκων ἀδικίαν. 23,3a τίς ἂν γνῴη, ὅτι εὕροιμι αὐτὸν 3b καὶ ἔλθοιμι εἰς τέλος; 23,4a εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, 4b τὸ δὲ στόμα μου 141 ἐμπλήσαιμι ἐλέγχου. 23,5a γνοίην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, 5b αἰσθοίμην δέ, τίνα μοι ἀπαγγελεῖ, 23,6a καὶ εἰ πολλῇ ἰσχύι ἐπελεύσεταί μοι 6b καὶ εἰ ἐν ἀπειλῇ οὐ χρήσεταί μοι. «καὶ γάρ, εἰ πολλῇ ἰσχύι χρήσεταί μοι καὶ ἀπειλῇ, ἀλλ' ὅμως οἶδα, ὅτι ἀλήθεια παρ' αὐτῷ ἐστιν.» 23,7a ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ' αὐτῷ· 7b ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα. τοῦτο ηὔξατο, τοῦτό ἐστιν ὅ φησιν· «ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς.» εἶτά φησιν, ὅτι «ταῦτα ἤθελον γενέσθαι, ὥστε ἀποθανεῖν οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν». 23,8a ἐὰν γὰρ πορευθῶ εἰς τὰ πρῶτα, οὐκέτι εἰμί, 8b τὰ δὲ ἐπ' ἐσχάτοις τί οἶδα αὐτόν; 23,9a ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, 9b περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι. 23,10a οἶδε γὰρ ἤδη ὁδόν μου αὐτὸς 10b καὶ διέκρινέ με ὥσπερ χρυσίον. 23,11a ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· 11b ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκλίπω. 23,12a ἀπὸ ἐντολῶν αὐτοῦ οὐ μὴ παρέλθω, ἵνα μὴ ἀποθάνω. «οἶδεν», φησίν, «τὴν ὁδόν μου καὶ ὅτι ἐσπούδασα ἀεὶ ὑπακούειν αὐτῷ. ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ;» 23,12b ἐν δὲ κόλπῳ μου, φησίν, ἔκρυψα ῥήματα αὐτοῦ. 23,13a εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτω, τίς ἐστιν ὁ ἀντερῶν αὐτῷ; 13b ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν. 23,15a διὰ τοῦτο ἐπ' αὐτῷ ἐσπουδάκειν, 15b νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. 15c ἐπὶ τούτῳ ἐπὶ προσώπου αὐτοῦ κατασπουδασθῶ, 15d κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. «οὐχ ἥμαρτον», φησίν, «καὶ τί τοῦτο;» οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν θεῷ, ἀλλὰ καὶ τούτων χωρίς, τῶν ἁμαρτημάτων λέγω. 142 23,16a κύριός μου ἐμαλάκυνε τὴν καρδίαν, 16b ὁ δὲ παντοκράτωρ ἐσπούδασεν ἐπ' ἐμέ. 23,17a οὐ γὰρ ᾔδειν, ὅτι ἐπελεύσεταί μοι γνόφος, 17b πρόσωπον δέ μου καλύψει σκότος. «οὐ κατὰ ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο», φησίν, «ἀπροσδόκητον τὸ κακόν. στοχάζομαι τῆς τοῦ θεοῦ χειρὸς εἶναι τὴν πληγήν.» καὶ καλῶς εἶπεν· πρὸ προσώπου μου. οὐ γὰρ κοινὸν τὸ σκότος ἐστίν, ἀλλὰ τῆς ἀθυμίας ἐστίν. εἶτα πάλιν ὁμοίως ἀπορεῖ καί φησιν· «διὰ τί ἀσεβεῖς εὐπραγοῦσιν;»

24,1 διά τί δέ, φησίν, κύριε, ἔλαθον ὥρας 24,2a ἀσεβεῖς ἄνδρες; ὅριον δὲ

ὑπερέβησαν 2b καὶ ποίμνιον σὺν ποιμένι ἥρπασαν. 24,3a ὑποζύγιον δὲ ὀρφανῶν ἀπήγαγον 3b καὶ βοῦν χήρας ἠνεχύρασαν. 24,4a ἐξέκλιναν δὲ ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, 4b ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πραεῖς γῆς· 24,5a καὶ ἀπέβησαν ὥσπερ ὄνοι ἐν ἀγρῷ 5b ὑπὲρ ἐμοῦ ἐξελθόντες τῇ ἑαυτῶν πράξει. 24,6a ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν, 24,5c ἡδύνθη δὲ αὐτῶν ἄρτος εἰς νεωτέρους. 24,6b ἀδύνατοι δὲ ἀσεβῶν ἀμπελῶνας ἀσιτὶ καὶ ἀμισθὶ εἰργάσαντο. 24,7a γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων, 7b ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλοντο. 24,8a ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται 8b καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο. ὥσπερ γὰρ τοῦτο ἀπορίας ἐστίν, διὰ τί ὁ μὲν ἀδίκως πάσχει τοιαῦτα, οὕτω κἀκεῖνα, ὡς