1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

55

μήτε ἐρωτηθέντες, ἢ εἰς κρίσιν ἐλθόντες, 168 ὥσπερ καὶ ἐν Εὐαγγελίοις εἰσαχθέντες ἁμαρτωλοί, οἷς τὸ ἀμετάδοτον καὶ ἀκοινώνητον αἴτιον γέγονε τῆς κολάσεως. περὶ τούτων οἶμαι τὸν προφήτην λέγειν ὅτι οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει. ληνὸν δὲ κέκληκε τὴν κόλασιν τῇ μεταφορᾷ τῶν βοτρύων καὶ τοῦ τρυγητοῦ ἀστείως χρησάμενος. καὶ ἐπατήθη φησὶν ἡ ληνὸς ἔξω τῆς πόλεως· οὐ γὰρ ἦν θέμις τοὺς κολαζομένους ἐν τῇ τοῖς ἁγίοις ἀποκεκληρωμένῃ ἐπουρανίῳ Ἱερουσαλὴμ τὰς ἀντιδόσεις δέχεσθαι τῶν κακῶν καὶ λυμαίνεσθαι τὴν τῶν ἁγίων εὐφροσύνην διὰ τῆς τῶν δικαίως τιμωρουμένων συμπαθείας, μὴ ὅτι καὶ χάσμα μέγα διείργει τοὺς εὐσεβεῖς ἀπὸ τῶν ἀσεβῶν κατὰ τοὺς λόγους τοῦ πατριάρχου Ἁβραάμ, οὓς πρὸς τὸν πλούσιον ἐν Εὐαγγελίοις πεποίηται. καὶ ἐξῆλθέ φησιν αἷμα ἐκ τῆς ληνοῦ. καλῶς εἶπεν αἷμα, ἵνα δείξῃ ὅτι βότρυας εἰπὼν μεταφορικῶς εἴρηκεν, ἐπεί τοί γε ἄνθρωποι ἦσαν οἱ συμπατούμενοι καὶ κναπτόμενοι ἄχρι φησὶν τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων. ἵπποι τινὲς Θεοῦ παραδέδονται ἡμῖν ἐν τῇ θείᾳ γραφῇ, δύναμιν ἀγγελικὴν αἰνιττόμενοι ἔποχον ἔχουσαν τὸν Θεόν· φησὶ γὰρ τῇ ἐν τῷ Ἄσματι νύμφῃ ὁ οὐράνιος νυμφίος τῇ ἵππῳ μου ἐν ἅρματι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον, ἡ πλησίον μου. καὶ Ἀμβακοὺμ δὲ ὁ προφήτης ᾄδει πρὸς Θεὸν ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. τούτων τῶν ἵππων τοὺς χαλινοὺς βρέχεσθαι τῷ αἵματι τῶν ἁμαρτωλῶν φησιν ἡ ἀποκάλυψις, οὐ πλησίον ἀλλ' ἀπὸ μήκους ἑστώτων· τροπικὸν δὲ ὅλον τὸ εἰρημένον δεικνύντος τοῦ αἰνίγματος, τοσοῦτον εἶναι τὸ αἷμα. πολλαπλασίους γὰρ οἱ τὴν πλατείαν ὁδεύοντες παρὰ τοὺς 169 τὴν στενὴν καὶ τεθλιμμένην, ὡς καὶ τοὺς χαλινοὺς ἀναδεῦσαι τῶν ἐπὶ τῇ τιμωρίᾳ ἐφεστώτων ἵππων εἴ τ' οὖν ἀγγέλων. καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ. καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ Θεοῦ. καὶ ᾄδουσιν ὠδὴν Μωυσέως τοῦ δούλου τοῦ Θεοὺ καὶ τὴν ὠδὴν τοῦ ἀρνίου, λέγοντες· μεγάλα καὶ θαυ μάσια τὰ ἔργα σου, Κύριε, ὁ Θεός, ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν. τίς οὐ μὴ φοβηθῇ, Κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν. εἶδόν φησιν ἀγγέλους ἑπτὰ ἔχοντας ἑπτὰ πληγάς. ἑπτὰ λέγει τὰς πολλάς, τὰς κατὰ τῶν ἁμαρτωλῶν ηὐτρεπισμένας, δι' ὧν ὁ θυμὸς τοῦ Θεοῦ πέρας λαμβάνει. καὶ εἶδόν φησι θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην ἔχοντας κιθάρας τοῦ Θεοῦ. φησί που τῶν αὐτοῦ λόγων ὁ σοφώτατος Παῦλος εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσόν, ἄργυρον, 170 λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται. ἆρα οὖν οὐ μόνον οἱ ἁμαρτωλοὶ οἱ τὰ εὐκατάπριστα φορτία τῆς ἁμαρτίας ἀνατιθέμενοι, ἀλλὰ καὶ οἱ δίκαιοι ἐν πυρὶ δοκιμασθήσονται, καί τοι χρυσὸν καὶ τὰς τιμίας ὕλας ἐπαγόμενοι; τοῦτο καὶ νῦν λέγει τοὺς νενικηκότας διὰ πάντων τὸ θηρίον, ἑστῶτας ἐν τῇ θαλάσσῃ τῇ ὑαλίνῃ τῇ μεμιγμένῃ πυρί, ὑαλίνῃ μὲν διὰ τὸ λαμπρὸν καὶ καθαρὸν τῶν ἐν αὐτῇ δικαίων, ἀναμὶξ δὲ πυρὶ διὰ τὸ σμηκτικὸν καὶ καθαριστικὸν ῥύπου παντός, ἐπεὶ καὶ τοῖς δικαίοις χρεία καθάρσεως. πολλὰ γὰρ πταίομεν ἅπαντες κατὰ τὸ γεγραμμένον καὶ τίς καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλλ' οὐ δὲ ἐὰν μία ἡμέρα ἔσται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. αἱ κιθάραι ὡς πολλάκις εἴρηται, τὴν εὔηχον Θεῷ τῶν ἁγίων ὠδὴν αἰνίττεται. καὶ ᾄδουσί φησι τὴν ὠδὴν Μωυσέως ἐκείνην πάντως ἣν ᾖσε καταποντισθέντος πανστρατιᾷ τοῦ Φαραώ, ᾄσωμεν εἰπὼν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν· βοηθὸς