56
Τοῦτο ἐξαιρέτως μὲν καὶ πρωτοτύπως πρὸς ἱερεῖς 31.1264 ἐκλαμβάνειν ἀκόλουθον ἂν εἴη, ἐπειδὴ γέγραπται, ὅτι Ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουρ γοὶ Θεοῦ πάντες· καὶ, Θυσία αἰνέσεως δοξάσει με· καὶ πάλιν· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμ μένον. Καὶ ὁ Ἀπόστολος δέ φησι· Παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρε στον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὧν ἕκαστον κοινὸν πάντων ἐστίν· καὶ ἀναγκαῖον ἕκαστον ἡμῶν κατορθοῦν τὸ τοιοῦτον.
ΕΡΩΤΗΣΙΣ ΣΞʹ. Τί ἐστι τὸ ἅλας ὃ προσέταξεν ἔχειν ὁ Κύριος, εἰπὼν, «Ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρη νεύετε ἐν ἀλλήλοις.» Καὶ ὁ Ἀπόστολος δέ φησιν, «Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος.» ΑΠΟΚΡΙΣΙΣ. Καὶ ἐνταῦθα διὰ τῶν συνεζευγμένων ἑκάστῳ κε φαλαίῳ ὁ νοῦς φανερός ἐστιν. Ἐν μὲν γὰρ τοῖς τοῦ Κυρίου ῥήμασι τὸ μηδεμίαν ὑπόθεσιν τῆς ἀπ' ἀλ λήλων διαλύσεως καὶ διαστάσεως παρέχειν, ἀεὶ δὲ ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης πρὸς τὴν ἑνότητα τοῦ πνεύματος συντηρεῖσθαι διδασκόμεθα· ἐν δὲ τοῖς τοῦ Ἀποστόλου, μνημονεύσας τις τοῦ εἰπόντος· Εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς; διδαχθήσεται οἰκονομεῖν τοὺς λόγους εἰς οἰκοδομὴν τῆς πίστεως, Ἵνα δῷ χάριν τοῖς ἀκούουσι, καιρῷ εὐθέτῳ καὶ τάξει εὐσχή μονι χρώμενος, πρὸς τὸ εὐπειθεστέρους γενέσθαι τοὺς ἀκούοντας.
ΕΡΩΤΗΣΙΣ ΣΞΖʹ. Εἰ ὁ μέν τις δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας· πῶς λέγουσί τινες μὴ εἶναι τέλος τῆς κο λάσεως; ΑΠΟΚΡΙΣΙΣ. Τὰ ἀμφίβολα καὶ ἐπικεκαλυμμένως εἰρῆσθαι δο κοῦντα ἔν τισι τόποις τῆς θεοπνεύστου Γραφῆς ὑπὸ τῶν ἐν ἄλλοις τόποις ὁμολογουμένων σαφηνίζεται. Τοῦ οὖν Κυρίου ποτὲ μὲν ἀποφαινομένου, ὅτι ἀπ ελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, ποτὲ δὲ ἐκπέμ ποντός τινας εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ἄλλοτε ὀνομάζοντος γέενναν πυρὸς, καὶ ἐπιφέροντος, Ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται· καὶ ἔτι πάλαι διὰ τοῦ προφήτου περί τινων προειρηκότος, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· τούτων καὶ τῶν τοιούτων πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς 31.1265 κειμένων, ἓν καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλαθομέ νους τῶν τοσούτων καὶ τοιούτων τοῦ Κυρίου ῥημάτων καὶ ἀποφάσεων, τέλος κολάσεως εἰς τὸ μᾶλλον κατατολμᾷν τῆς ἁμαρτίας ἑαυτοῖς ὑπο γράφειν. Εἰ γὰρ τῆς αἰωνίου κολάσεως ἔσται ποτὲ τέλος, τέλος ἕξει πάντως καὶ ἡ αἰώνιος ζωή. Εἰ δὲ ἐπὶ τῆς ζωῆς τοῦτο νοῆσαι οὐ καταδεχόμεθα, ποῖον ἔχει λόγον τῇ κολάσει τῇ αἰωνίῳ τέλος διδόναι; Ἡ γὰρ τοῦ αἰωνίου προσθήκη ἐφ' ἑκατέρων ἴσως κεῖ ται. Ἀπελεύσονται γὰρ, φησὶν, οὗτοι εἰς κόλασιν αἰώνιον· οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώ νιον. Τούτων οὖν οὕτως ὁμολογουμένων, εἰδέναι χρὴ, ὅτι καὶ τὸ, ∆αρήσεται πολλὰς, καὶ τὸ, ∆αρή σεται ὀλίγας, οὐχὶ τέλος, ἀλλὰ διαφορὰν κολάσεως δηλοῖ. Εἰ γὰρ ὁ Θεὸς δίκαιος κριτής ἐστιν, οὐ μόνον τοῖς ἀγαθοῖς, ἀλλὰ καὶ τοῖς πονηροῖς, ἀποδι δοὺς ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, δύναται εἶναι ὁ μέν τις πυρὸς ἀσβέστου ἄξιος, καὶ τούτου ἤτοι μαλακωτέρου, ἢ μᾶλλον φλέγοντος· ὁ δέ τις σκώλη κος ἀτελευτήτου, καὶ τούτου πάλιν ἢ πραότερον ὀδυ νῶντος, ἢ σφοδρότερον κατὰ τὴν ἀξίαν ἑκάστου· καὶ ἄλλος γεέννης διάφορα πάντως ἐχούσης τὰ κολαστή ρια· καὶ ἕτερος τοῦ ἐξωτέρου σκότους, ἔνθα ὁ μέν τις ἐν κλαυθμῷ μόνον, ὁ δέ τις καὶ ἐν βρυγμῷ τῶν ὀδόντων διὰ τὸ ἐπιτεταμένον τῶν πόνων γίνεται. Καὶ τὸ ἐξώτερον δὲ σκότος ὑποφαίνει πάντως εἶναί τι καὶ ἐσώτερον. Καὶ τὸ, Εἰς πυθμένα ᾅδου, ἐν Παροιμίαις εἰρημένον δηλοῖ, ὅτι εἰσί τινες ἐν τῷ ᾅδῃ μὲν, οὐκ ἐν πυθμένι δὲ ᾅδου, κουφοτέραν ὑπομέ νοντες τὴν κόλασιν. Τοῦτο δὲ χαρακτηρίζειν ἔστι καὶ νῦν ἐν τοῖς τοῦ σώματος πάθεσιν. Ὁ μὲν γάρ τις πυρέσσει μετὰ συμπτωμάτων καὶ ἄλλων παθῶν· ὁ δέ τις πυρέσσει μόνον, καὶ οὗτος οὐχ ὁμοίως τῷ ἑτέρῳ· καὶ ἄλλος οὐ πυρέσσει μὲν, ὀδύνῃ