1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

56

ἀνδρῶν φαῦλοι υἱοὶ ἀπεδείχθησαν-, ἀλλὰ τὸ σπέρμα τὸ 83 γεννώμενον κατὰ παίδευσιν καὶ μίμησιν ἀρετῆς. 14 κραταίωμα κύριος τοῖς φοβουμένοις αὐτόν. λοιπὸν λέγει τὸ μέγεθος τοῦ φοβουμένου τὸν θεόν. οὐκ ἄλλο κραταίωμα ἔχουσιν οἱ φοβούμενοι τὸν̣ θ̣εὸν ἢ αὐτὸν τόν, ὃν φοβοῦνται. ἰσχὺς αὐτῶν ἐστιν, βασιλεὺς αὐτῶν ἐστιν, κρατεῖ αὐτῶν. "καὶ τὸ ὄνομα" αὐτοῦ ἴδιον γέγονεν "τῶν φοβουμένων αὐτόν". οὔκ ἐστιν ἴδιον ἀνθρώπων, ἀλλὰ τῶν φοβουμένων· πᾶσιν μὲν γὰρ αὐτὸ δέδωκεν, ἀλλὰ τῶν φοβουμένων κτῆμα γέγονεν. 14 καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. αἱ διαθῆκαι ὅτε εἰσὶν ἐσφραγισμέναι, οὔπω δῆλά εἰσιν τὰ ἐνγεγραμμένα τοῖς κληρονόμοις. οὐκ ἀεὶ οὖν μένει ἡ διαθήκη αὕτη ἐσφραγισμένη, ἀλλὰ λυθήσεταί ποτε, ἵνα ἀποδοθῇ ἡ κληρονομία τοῖς ἐνγραφεῖσιν. δηλώσει οὖν αὐτοῖς. καὶ ἐπεὶ πολλαχοῦ λέγει τὸν θεῖον λόγον διαθήκην τόν τε παλαιὸν καὶ καινόν, τὸν πρὸ τῆς ἐπιδημίας καὶ μετ' αὐτήν, δεῖ ταύτην τὴν διαθήκην δηλωθῆναι, δεῖ λυθῆναι. τότε δὲ λύεται, ὅταν πληρωθῇ τὰ προαναφωνηθέντα δι' ἐκβάσεως κατὰ τό· "ὅπως πληρωθῇ τὸ ῥηθέν"· τότε γὰρ βεβαία γίνεται, ὅτε τέθνηκεν ὁ διαταξάμενος· ἡ λύσις γὰρ τότε γίνεται. κἂν μὴ λυθῇ τῷ μὴ εἶναι ἀντίρρησιν, λέλυται τῇ δυνάμει· τὅτε γὰρ ἀποδίδεται τὰ διαταγέντα, τοῖς εἰληφόσιν λέλυται ἡ διαθήκη. 15 οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. θεώρει ὅτι, ἐὰν μὴ ἀκριβῶς ἐπιστάνωμεν ταῖς λέξεσιν, ὁτὲ ἐναντιώματα εὑρίσκεται. οὐκέτι ἐστὶν κατὰ τὸν λέγοντα· "πολλή ἐστιν ἡ ἁμαρτία μου", τό· "οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον"· ὁ γὰρ διὰ παντὸς τοὺς ὀφθαλμοὺς προσέχων πρὸς τὸν κύριον οὐκ ἔχει ὅλως ἁμαρτίαν, καθαρὰν ἔχει καρδίαν. οὕτω καὶ αὐτὸν τὸν θεὸν ὁρᾶν δύναται. ὅταν οὖν μὴ ποτὲ ὁρᾷ, ποτὲ δὲ μή, διὰ παντὸς ἔχων πρὸς τὸν κύριον τοὺς ὀφθαλμούς, λέγει· "ἐγὼ δὲ διὰ παντὸς μετὰ σοῦ". μετὰ σοῦ δὲ ὢν οὐχ ἁμαρτάνω. εἰ μὴ ἐκτός τις γένηται θεοῦ, οὐχ ἁμαρτάνει. "οἱ μακρύνοντες" οὖν "ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται". ἐπερ · "καὶ ἡ διαθήκη αὐτοῦ"; -ἡ τοῦ θεοῦ διαθήκη δηλοῦται, ὅταν τις ἀποδειχθῇ ἄξιος τοῦ λαβεῖν τὰ ἐπαγγελλόμενα. ἔχει δέ τι παράδοξον παρὰ τὰς ἄλλας διαθήκας ἡ τοῦ θεοῦ· προσάπαξ λύονται αἱ τῶν ἀνθρώπων διαθῆκαι. ὁ θεὸς δὲ καθ' ἡμέραν. οὗτος οὖν τὴν διαθήκην καὶ δηλοῖ τοῖς προσερχομένοις καὶ ἀξίοις οὖσιν. ὥσπερ ἐν τοῖς ἄλλοις πᾶσιν παραλλάττει τὰ τοῦ θεοῦ ἔλεγον γὰρ ὅτι τὸ φῶς τοῦτο τὸ αἰσθητὸν ὅταν εἰς μέσον ἔλθῃ, φωτίζει τὸν ὄψιν ἔχοντα· οὐ παρέχει ἀντίλημψιν τῷ τυφλῷ. τὸ δὲ τοῦ θεοῦ φῶς ἅμα φαινόμενον καὶ τὴν ὄψιν παρέχει καὶ φωτίζει αὐτήν. τοῖς γοῦν ἀγνοοῦσιν αὐτὸν τυφλοῖς οὖσιν ὅτε ἀνατέλλει, ἀμφότερα χαρίζεται καὶ τὸ ὄψιν ἔχειν νοῦ καὶ τὸ ἀντιλαμβάνεσθαι τοῦ φωτός-, οὕτω 84 καὶ ἡ διαθήκη οὐ προσάπαξ λύεται, ἀλλ' ἐάν τις σήμερον ἄξιον ἑαυτὸν καταστήσ̣ῃ τοῦ υἱὸν εἶναι τοῦ διαθεμένου καὶ κληρονόμον, τότε δηλο̣ῦται αὐτῷ. "οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον". ἐπεὶ "οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους", ἀνάγκη καὶ τοὺς δικαίους διὰ παντὸς τοὺς ὀφθαλμοὺς ἔχειν πρὸς αὐτόν. οὐ ποτὲ μὲν αὐτὸν ὁρῶσιν, ποτὲ δὲ οὔ, ἀλλά τινα τῶν ἀπηγορευμένων· ὅνπερ γὰρ τρόπον "οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν", οὕτως οὐδεὶς δύναται πρὸς θεὸν τοὺς ὀφθαλμοὺς ἔχειν καὶ πρὸς τὴν κακίαν ἢ τὸν ποιητὴν τῆς κακίας πρῶτον. ὁ θεὸς νοερά ἐστιν οὐσία βλεπομένη ὀφθαλμοῖς διανοίας. ὅταν οἱ ὀφθαλμοὶ τῆς διανοίας πρὸς τοῦτον μόνον τεταμένοι γένωνται, οὐδὲν ἕτερον ὁρῶσιν. τὰ δὲ χείρονα οὐ πεφύκασιν βλέπειν, ὅτε τὸν θεὸν ὁρῶσιν, ὥσπερ οὐ πέφυκεν δουλεύειν μαμωνᾷ ὁ θεῷ δουλεύων. τὸ "οὐ πέφυκεν" δὲ οὕτω λέγω· οὐ πέφυκεν τὸν ἀδικοῦντα δικαιοσύνην ποιεῖν· οὐ γὰρ οὕτω λέγω ὡς λέγω ὅτι "οὐ πέφυκεν τὸν ἄνθρωπον πτῆναι", ἀλλ' ὅσον ἐστὶν δίκαιος οὐ πέφυκεν πρὸς ἁμαρτίαν, ὅτε ἁμαρτωλός ἐστιν, οὐ πέφυκεν πρὸς ἀρετήν. "οἱ ὀφθαλμοί μου"