56
τὴν χρείαν μόνον, ἀλλὰ καὶ κατὰ τὴν περιουσίαν, τῷ δὲ στρατευομένῳ βασιλεῖ τῷ ἐπουρανίῳ, καὶ παραταττομένῳ πρὸς πολλῷ χαλεπωτέρους (Ἡ πάλη γὰρ, φησὶν, οὐ πρὸς αἷμα καὶ σάρκα), μηδὲ τὴν ἀναγκαίαν χρείαν χορηγεῖν; πόσης ἀγνωμοσύνης, πόσης τοῦτο ἀχαριστίας, πόσης μικρολογίας; δʹ. Ἀλλ', ὡς ἔοικε, πλέον ὁ τῶν ἀνθρώπων ἰσχύει φόβος παρ' ἡμῖν τῆς γεέννης καὶ τῶν μελλουσῶν κολάσεων. ∆ιὰ δὴ τοῦτο πάντα ἀνατέτραπται, ὅτι τὰ μὲν πολιτικὰ πράγματα μετὰ πολλῆς τῆς ἐντρεχείας καθ' ἑκάστην ἡμέραν ἀνύεται, καὶ ἐλλειφθῆναι οὐκ ἔνι· τῶν δὲ πνευματικῶν οὐδεὶς οὐδαμοῦ λόγος· ἀλλὰ τὰ μὲν μετ' ἀνάγκης ἀπαιτούμενα καὶ βασάνων, καὶ ὡς παρὰ δούλων καὶ ἀκόντων, κατατίθεται μετὰ πολλῆς 62.251 τῆς εὐγνωμοσύνης· τὰ δὲ παρὰ ἑκόντων, καὶ ὡς παρὰ ἐλευθέρων, πάντα ἐλλιμπάνεται. Οὐ κατὰ πάντων λέγω, ἀλλὰ κατὰ τῶν τὰ τελέσματα ταῦτα ἐγκαταλιμπανόντων. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ἀνάγκῃ ταῦτα ποιεῖν; Ἀλλ' οὐ βούλεται· ὑμῶν γὰρ φείδεται μᾶλλον, ἢ τῶν τρεφομένων. ∆ιὰ τοῦτο ὑμᾶς οὐκ ἀνάγκη βούλεται κατατιθέναι, ἐπειδὴ οὐκ ἔστι μισθός. Καὶ ὅμως πολλοὶ τῶν ἐνταῦθα, τῶν Ἰουδαίων εἰσὶ ταπεινότεροι. Ἐννόησον ὅσα Ἰουδαῖοι ἐδίδοσαν, δεκάτας, ἀπαρχὰς, πάλιν δεκάτας, καὶ πάλιν ἄλλας δεκάτας, καὶ πάλιν ἑτέρας τρισκαιδεκάτας, καὶ τὸ σίκλον· καὶ οὐδεὶς ἔλεγεν, ὅτι πολλὰ κατεσθίουσιν. Ὅσῳ ἂν πλείονα λάβωσι, τοσούτῳ καὶ πλείων ὁ μισθός. Οὐκ ἔλεγον, Πολλὰ λαμβάνουσι, γαστρίζονται, ἃ νῦν ἀκούω λεγόντων τινῶν. Καὶ οἱ μὲν οἰκοδομοῦντες οἰκίας, καὶ ἀγροὺς ὠνούμενοι, οὐδὲν ἡγοῦνται ἔχειν· ἂν δέ τις τῶν ἱερέων λαμπρότερον ἱμάτιον περιβάληται, ἢ τῆς ἀναγκαίας εὐπορήσῃ τροφῆς, ἢ τὸν διακονούμενον ἔχῃ, ἵνα μὴ ἀναγκάζηται αὐτὸς ἀσχημονεῖν, πλοῦτον τὸ πρᾶγμα τίθενται. Ὄντως πλουτοῦμεν καὶ ἐν τούτοις, καὶ ἄκοντες ὁμολογοῦσιν. Ἡμεῖς μὲν γὰρ κἂν μικρὰ ἔχωμεν, πλουτοῦμεν· ἐκεῖνοι δὲ κἂν πάντα περιβάλωνται, πένονται. Μέχρι τίνος ἀνοηταίνομεν; οὐκ ἀρκεῖ τὸ μηδὲν ποιεῖν εἰς κόλασιν ὑμῖν, ἀλλὰ χρὴ καὶ τὴν ἀπὸ τῆς κακηγορίας προστιθέναι ζημίαν; Εἰ μὲν γὰρ αὐτὸς ἔδωκας αὐτῷ, ἅπερ κέκτηται, τὸν μισθὸν ἀπώλεσας, ὑπὲρ ὧν ἔδωκας ἐγκαλῶν· ὅλως δὲ εἰ σὺ ἔδωκας, τί ἐγκαλεῖς; Πρότερον μὲν οὖν αὐτῷ πενίαν ἐμαρτύρεις, λέγων ἅπερ ἔχει δεδωκέναι αὐτός· τί τοίνυν ἐγκαλεῖς; Οὐκ ἐχρῆν δοῦναι, εἴ γε ἔμελλες ἐγκαλεῖν. Ἀλλ' ἑτέρου δόντος ταῦτα λέγεις; Χαλεπώτερον τὸ πρᾶγμα, ὅτι οὐδὲ διδοὺς ἐγκαλεῖς ὑπὲρ ὧν ἕτερος ποιεῖ εὖ. Πόσον οἴει τοὺς ταῦτα ἀκούοντας μισθὸν ἔχειν; ∆ιὰ γὰρ τὸν Θεὸν ταῦτα πάσχουσι. Πῶς καὶ διὰ τί; Ἐξῆν, εἴ γε ἐβούλοντο, καπηλικὸν ἀναδέξασθαι βίον, εἰ καὶ μὴ ἀπὸ προγόνων εἶχον. Καὶ γὰρ ἀκούω καὶ ταῦτα πολλῶν λεγόντων ἰταμῶς, ὅταν εἴπωμεν, ὅτι ὁ δεῖνα πένεται· Εἰ γὰρ ἐβούλετο, φησὶν, ἠδύνατο πλουτεῖν· εἶτα ὑβριστικῶς, Ὁ προγόνος αὐτοῦ, καὶ ὁ πάππος αὐτοῦ, καὶ ὁ δεῖνα, τοιόσδε ἦν· νῦν δὲ τοιαύτην ἐσθῆτα περιβέβληται. Ἀλλὰ τί; εἰπέ μοι, γυμνὸν αὐτὸν ἐχρῆν περιιέναι; Σὺ μὲν οὖν ὑπὲρ τούτων ἀκριβολογῇ· ὅρα δὲ μὴ κατὰ σαυτοῦ ταῦτα λέγῃς. Ἀλλ' ἄκουε τῆς παραινέσεως τοῦ Χριστοῦ τῆς λεγούσης, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἀλλ' ἐξῆν, εἴ γε ἐβούλετο, καπηλικὸν καὶ ἐμπορικὸν βίον ζῇν, καὶ πάντως οὐκ ἂν ἠπόρησεν· ἀλλ' οὐκ ἠθέλησε. Τί οὖν ἐνταῦθα κερδαίνει, εἰπέ μοι; σηρικὰ ἱμάτια περίκειται; πλῆθος ἀκολούθων ἔχων σοβεῖ κατὰ τὴν ἀγοράν; ἐπὶ ἵππου φέρεται; οἰκίας οἰκοδομεῖ, ἔχων ὅπου καταμείνῃ; Ἂν ταῦτα ποιῇ, καὶ ἐγὼ κατηγορῶ, καὶ οὐ φείδομαι, ἀλλ' ἀνάξιον αὐτὸν εἶναι τῆς ἱερωσύνης φημί. Πῶς γὰρ ἑτέροις δυνήσεται παραινεῖν μὴ περὶ τὰ περιττὰ ταῦτα ἐσχολακέναι, αὐτὸς ἑαυτῷ παραινέσαι μὴ δυνάμενος; Εἰ δὲ ὅτι τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς, διὰ τοῦτο ἀδικεῖ· ἀλλὰ περιιέναι ἐχρῆν αὐτὸν, καὶ προσαιτεῖν; καὶ οὐκ ἂν σὺ κατῃσχύνθης, εἰπέ μοι, ὁ μαθητής; Ἀλλ' ὁ