1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

57

δέ τινι μέλους καταπονεῖται· καὶ οὗτος πάλιν ἑτέρου πλεῖον ἢ ἔλατ τον. Εἴρηται δὲ καὶ τοῦτο τῷ Κυρίῳ τὸ, πολλὰς καὶ ὀλίγας, κατὰ τὴν χρῆσιν τῆς συνηθείας, ὥσπερ οὖν καὶ ἄλλα τινὰ τοιαῦτα. Οἴδαμεν γὰρ πολλάκις τὸ τοιοῦτον εἶδος τοῦ λόγου καὶ ἐπὶ τῶν ὑφ' ἑνός τινος πάθους κεκακωμένων παραλαμβανόμενον· οἷον ὅταν λέγωμεν ἐπί τινος πυρέσσοντος μόνον, ἢ ὀφθαλμὸν ὀδυνωμένου, θαυμάζοντες, ὅτι πόσα ἔπαθεν, ἢ πόσας ὑπέμεινεν ἀνάγκας. Ὥστε τὸ, πολλὰς καὶ ὀλίγας δέρεσθαι, πάλιν λέγω, οὐκ ἐν τῇ τοῦ χρόνου παρατάσει ἢ συμπληρώσει, ἀλλ' ἐν τῇ δια φορᾷ τῆς κολάσεως γίνεται.

ΕΡΩΤΗΣΙΣ ΣΞΗʹ. Κατὰ ποῖον νοῦν λέγονταί τινες υἱοὶ ἀπειθείας, καὶ τέκνα ὀργῆς; ΑΠΟΚΡΙΣΙΣ. Τέκνα καὶ υἱούς τινος ὀνομάζειν οἶδεν ὁ Κύ 31.1268 ριος τοὺς ποιοῦντας τὰ θελήματα αὐτοῦ, εἴτε ἀγαθοῦ εἴτε κακοῦ. Εἰ τέκνα γὰρ, φησὶ, τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν· καὶ πάλιν· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ὥστε καὶ ἀπειθείας υἱὸς ὁ τὰ τῆς ἀπειθείας ἐργα ζόμενος γίνεται. Τάχα δὲ, ὥσπερ οὐχ ἁμαρτωλὸς μόνον, ἀλλὰ καὶ αὐτοαμαρτία ὁ διάβολος ὀνομάζεται, διὰ τὸ ἀρχηγὸς, ὡς οἶμαι, γεγονέναι τῆς ἁμαρ τίας· οὕτω καὶ αὐτοαπείθεια λέγοιτο ἂν ὁ διάβολος διὰ τὴν αὐτὴν αἰτίαν. Τέκνον δὲ ὀργῆς ἐστί τις, καθ' ὃ ἄξιον ἑαυτὸν πεποίηκε τῆς ὀργῆς. Ὡς γὰρ τοὺς ἀξίους τοῦ Κυρίου, καὶ τοὺς ποιοῦντας τὰ τοῦ φωτὸς καὶ ἡμέρας ἔργα, υἱοὺς φωτὸς καὶ υἱοὺς ἡμέρας ὁ Ἀπό στολος προσηγόρευσεν· οὕτως ἀκόλουθον νοεῖν καὶ τὸ, Ἦμεν τέκνα ὀργῆς. Εἰδέναι μέντοιγε χρὴ, ὅτι ὁ υἱὸς τῆς ἀπειθείας, ὁ αὐτός ἐστι καὶ τέκνον ὀργῆς, τοῦ Κυ ρίου ἀποφηναμένου, ὅτι Ὁ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψε ται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν.

ΕΡΩΤΗΣΙΣ ΣΞΘʹ Ἐπειδὴ γέγραπται, «Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν·» εἰ ἄλλα μέν ἐστι τὰ τῆς σαρκὸς θελήματα, ἄλλα δὲ τῶν διανοιῶν· καὶ ποῖα ταῦτα. ΑΠΟΚΡΙΣΙΣ. Τὰ μὲν τῆς σαρκὸς θελήματα ἐν ἄλλῳ τόπῳ κατὰ μέρος ὀνομαστὶ καταλέγει ὁ Ἀπόστολος, λέγων· Φα νερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλο λατρεία, φαρμακεία, ἔχθραι, ἔρεις, ζῆλοι, θυμοὶ, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· καὶ ἀλλαχοῦ περιληπτικώτερον, ὅτι Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑπο τάσσεται, οὔτε γὰρ δύναται· τὰ δὲ τῶν διανοιῶν θελήματα λογισμοὶ εἶεν ἂν μὴ μαρτυρούμενοι ὑπὸ τῆς Γραφῆς, οἷοί εἰσιν ἐκεῖνοι, περὶ ὧν εἴρηται· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρό μενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ νοήματα μὴ αἰχμαλωτιζόμενα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. ∆ιόπερ ἀναγκαῖον καὶ ἀσφαλὲς ἀεὶ καὶ πανταχοῦ φυλάσσειν ἐκεῖνο τὸ ὑπὸ τοῦ ∆αβὶδ εἰρημένον· Καὶ ἡ συμβουλία μου τὰ δικαιώματά σου. 31.1269

ΕΡΩΤΗΣΙΣ ΣΟʹ. Τί ἐστιν, «Ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορού μενοι;» ΑΠΟΚΡΙΣΙΣ. Τὴν πληροφορίαν τῆς ἑαυτοῦ εἰς Θεὸν πεποιθή σεως ἐξ ἀντιπαραθέσεως τοῦ ἀνθρωπίνου φρονήματος δεικνὺς ὁ Ἀπόστολος, ἕκαστον τῶν ἐν τῷ τόπῳ τούτῳ κειμένων οὕτω τίθησιν. Ὡς μὲν γὰρ πρὸς τὸ ἀνθρώπινον φρόνημα, Ἐν παντὶ θλιβόμενοι, φη σίν· ὡς δὲ πρὸς τὴν ἐπὶ Θεὸν πεποίθησιν ἐπιφέρει τὸ, Ἀλλ' οὐ στενοχωρούμενοι· πάλιν, ὡς μὲν πρὸς τὸ ἀνθρώπινον φρόνημα, Ἀπορούμενοι· ὡς δὲ πρὸς τὴν ἐπὶ Θεὸν πεποίθησιν, τὸ, Οὐκ ἐξ απορούμενοι· καὶ τὰ λοιπὰ ὁμοίως. Οἷά ἐστι κἀκεῖνα τὰ ἀλλαχοῦ αὐτῷ εἰρημένα· Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν· ὡς πτωχοὶ, πολλοὺς δὲ πλου τίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατ έχοντες.

ΕΡΩΤΗΣΙΣ ΣΟΑʹ. Τοῦ Κυρίου λέγοντος· «Πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην· καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν·» εἰ πάντων, ὅσα ἥμαρτέ τις, διὰ τῆς ἐλεημοσύνης τὸν καθαρισμὸν εὑρίσκει. ΑΠΟΚΡΙΣΙΣ. Αὐτὴ ἡ ἀκολουθία τῶν προκειμένων σαφηνίζει τὸ εἰρημένον. Προειπὼν γὰρ, ὅτι Καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ