57
οὖν "διὰ παντὸς πρὸς τὸν κύριον". ἀεὶ αὐτὸν ὁρῶ. ὁ δὲ ὁρῶν θεὸν οὐχ ἁμαρτάνει· "πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν". καὶ ὅρα γε τὸ εὐλαβὲς τῶν ἁγίων· εἰ καὶ αὐτὸς προαιρέ σει ἔτεινεν τοὺς ὀφθαλμοὺς πρὸς τὸν κύριον, δηλονότι οὐχ ἁμαρτάνων, τῷ θεῷ τὸ κατόρθωμα τῆς ἀναμαρτησίας ἐπιγράφων λέγει· "ἐπεὶ οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς αὐτόν", διὰ τοῦτο ἔξω γίνομαι τῆς παγίδος ἧς σκευάζει ἡ ἁμαρτία· "αὐτὸς" γὰρ "ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου". ἐζήτησάν τινες τῶν ἀρχαίων, ὃ καλὸν εἰπεῖν, ὅτι ὁτὲ μὲν ἑνικῶς ὁ ὀφθαλμὸς ὀνομάζεται τοῦ ἔσω ἀνθρώπου, ὁτὲ δὲ πληθυντικῶς. ἐν τῷ ᾄςματι γοῦν τῶν ᾀσμάτων λέγεται· "ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου". "ὁ ὀφθαλμός μου κατήγαγεν δάκρυα". "ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου". ὁτὲ δὲ πληθυντικῶς· "ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη"· καὶ ἐν τῷ παρόντι στίχῳ· "οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον". καί· "πεφωτισμένοι τοὺς ὀφθαλμοὺς τῆς καρδίας". διττὴν γνῶσιν ἔχομεν· τότε γὰρ ἀληθείας ἐστὶν γνῶσις, ὅταν τὸ ἑκάστου γιγνωσκομένου δέχηται εἰς ἑαυτὴν εἶδος. εἰσὶν ὁρατὰ καὶ ἀόρατα θεοῦ ποιήματα· καὶ ἐκ μεγέθους τούτων καὶ τῆς καλλονῆς ὁ κατασκευάσας αὐτὰ θεωρεῖται. ὀφθαλμὸς δέ ἐστιν ὁ τὰ ἀόρατα ὁρῶν ὁ νοῦς ἡμῶν, ἡ καθαρὰ καρδία, ἥτις καὶ τὸν θεὸν βλέπει. ἔχομεν δὲ καὶ τὴν αἴσθησιν ὀφθαλμῶν. καὶ ἐὰν ἐπιβάλλῃ τοῖς ὁρατοῖς ποιήμασιν τοῦ θεοῦ οὕτως, ὡς κατεσκευάσθησαν καὶ ἔχουσιν φύσεως, ὑγιαίνει. ὅταν δέ, φέρε, ὁρῶντες τὸν ἥλιον θεὸν αὐτὸν νομίζωμεν, ὁρῶντες τὴν διάταξιν τὴν οὐράνιον ἡγώμεθα γενεθλιαλογίαν εἶναι, οὐκ ὀρθῶς βλέπει ὁ ὀφθαλμὸς οὗτος· ἔδει γὰρ "τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως 85 κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶσθαι". τὰ ἀόρατα τοῦ θεοῦ τότε ὁρᾶται, ὅταν ἐπιβάλλωμεν τοῖς θεοῦ ὁρατοῖς δημιουργήμασιν καὶ οὕτως ἀπὸ κτίσεως τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ τὰ ἀόρατα τοῦ θεοῦ καθορῶμεν. τὰς ἐν τῷ νῷ τῶν ἀνθρώπων τέχνας καὶ τὰς ἐπιστήμας ἰδεῖν οὐ δυνάμεθα ἅτε τοῦ νοῦ ἀοράτου ὄντος. ἐκ τῶν κατασκευαζομένων δὲ ἔργων ἢ θεωρημάτων ἐπιστημονικῶν λαμβάνομεν τὴν αἴσθησιν τοῦ νοῦ, κατὰ ποίαν ἐπιστήμην ἢ τέχνην πεποίωται. κυρίως οὖν θεώρει τὴν ἐπιστήμην τοῦ μηχανικοῦ· ὁ τοὺς λόγους τῶν μηχανικῶν κατασκευασμάτων δυνάμενος δέξασθαι εἰς τὴν διάνοιαν ἑαυτοῦ. ὁμοίως καὶ ἐπὶ τοῖς ἄλλοις· ἐκεῖνον ἰατρικὸν λέγομεν τὸν εἰδότα τὰ ἰατρικὰ ὡς δεῖ, ὡς ἡ ἐπιστήμη ὑπαγορεύει. ὅταν τις οὖν τὸν ἀόρατον ὁρᾷ ὡς δεῖ- τὸ "ὡς δεῖ" δὲ λέγω, ὡς ἐφικτόν ἐστιν-, ὁρᾷ δὲ καὶ τὰ δημιουργήματα τοῦ θεοῦ τὰ ἀόρατα, ὧν καὶ ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐστίν, ἔχει τὸν ὀφθαλμὸν τοῦτον διὰ παντὸς πρὸς θεὸν ὁρῶντα καὶ καθαρόν. ὅταν καὶ τὰ δημιουργήματα τὰ αἰσθητὰ καὶ τὴν περὶ τούτων πρόνοιαν ὀρθῶς ἐκλαμβάνῃ, ἔχῃ καὶ τὸν αἰσθητικὸν πόθον-οὐ τοῦτον λέγω τὸν τοῦ σώματος, ἀλλὰ τὴν νόησιν τὴν τῶν αἰσθητῶν, ὁρατῶν-κατορθούμενον, καὶ οὕτω τοὺς ὀφθαλμοὺς ἔχει διὰ παντὸς πρὸς τὸν κύριον. ὡς δοῦλος λαλεῖ. δοῦλος δέ ἐστιν ὁ δουλεύων θεῷ, ὁ καὶ διαθέσει καὶ ἔργῳ ὁμολογῶν τὴν δεσποτείαν, "ὁ ποιῶν τὸ θέλημα τοῦ ἐν τοῖς οὐρανοῖς πατρός". "ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου". εἰ καὶ ἐφεδρεύουσίν μοι οἱ παγιδευταὶ καὶ θηρευταὶ λαβεῖν θέλοντες καὶ τὸν πόδα μου ὥσπερ εἰς τὴν παγίδα βροχίσαι, ἀλλ' ἐγὼ διὰ παντὸς ἔχων πρὸς τὸν κύριον τοὺς ὀφθαλμοὺς οὐ πάσχω τοῦτο. πολλαχοῦ γὰρ τῶν θείων παιδευμάτων τὰ ἐνεδρεύματα τῶν πονηρῶν παγίδες ὀνομάζονται· "ἐν παγίδι ταύτῃ, ᾗ ἔκρυψαν, συνελήμφθη ὁ ποὺς αὐτῶν". πολλάκις οἱ ἐχθροὶ τῆς ἀληθεία παγίδας σκευάζουσιν καὶ ἐν ταῖς παγίσιν αἷς σκευάζουσιν ἄλλοις, αὐτοὶ ἁλίσκονται. καὶ ἔστιν καὶ ἐν τῇ ἱστορία τοιαῦτά τινα· ὁ Ἀμὰ εὐτρέπισεν ξύλον, ἵνα σταυρώσῃ τὸν δίκαιον Μαρδοχέα, καὶ ἐν αὐτῷ αὐτὸς ἐσταυρώθη. καὶ περὶ αὐτοῦ τοῦ μεγαλοδαίμονος λέγεται· "λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο". κἂν γοῦν ἐν