1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

57

ἀνθρωπίνης εὐθύνων ζωῆς, οὐ παύεται κατ' αὐτῶν τοξαζόμενος, ἕως ἂν αὐτῶν ἐκνευρώσῃ τὴν δύναμιν. Ἐντενεῖ γάρ, φησίν, τὸ τόξον αὐτοῦ, ἕως οὗ ἀσθενήσωσι καὶ γένωνται κηρὸς τηκόμενος πρὸς πᾶν εἶδος τοῦ κατὰ τὴν ἁμαρτίαν χαρακτῆρος εὐκόλως μορφούμενος· καὶ τούτοις ἔτι προστίθησι τὰς ὀδυρτικὰς ἐκείνας κατὰ τῶν δειλαίων φωνάς, Ἔπεσεν πῦρ, λέγων, καὶ οὐκ εἶδον τὸν ἥλιον. σαφηνίζει δὲ τοῦ ῥητοῦ τούτου τὴν ἔννοιαν ἕτερος τῶν ἑρμηνέων, τὴν παρὰ καιρὸν γενομένην ἀπὸ τῆς μήτρας ὀλίσθησιν τοῦ ἀμβλώματος ἑρμηνεύσας τούτοις τοῖς ῥήμασιν· Ἔκτρωμα, φησίν, γυναι κὸς οὐχ ὁραματισθήσεται ἥλιον. ἐπεὶ τοίνυν παρὰ τὴν ἀρχὴν τῆς ψαλμῳδίας φησὶν ὅτι Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας καὶ ἀπὸ γαστρὸς ἐπλανήθησαν, ὅπερ ταὐτόν ἐστι τῷ ἠμβλώθησαν, αἴτιον δὲ τοῦ τοιούτου πάθους αὐτῶν λέγει τὴν πρὸς τὸν ὄφιν τε καὶ τὴν ἀσπίδα ὁμοίωσιν, διὰ τοῦτο καὶ νῦν τὸν ἴσον ἐπαναλαβὼν λόγον φησὶ ὅτι ἀτελεῖς ἐν τῷ λόγῳ τῆς φύσεως καὶ ἀμβλωθρίδιοι διὰ κακίας γενόμενοι ἐξωλίσθησάν τε καὶ ἔπεσον αὐτοὶ ἀπὸ τῆς νοηθεί σης ἡμῖν ἐκείνης μήτρας, πῦρ καθ' ἑαυτῶν γενόμενοι διὰ τῆς ὑλικῆς προαιρέσεως· οὗ χάριν οὐκ ἀνέβλεψαν πρὸς τὸν ἥλιον. ἐνδείκνυται δὲ διὰ τοῦ ἡλίου τὸ ἀληθινὸν φῶς, πρὸς ὃ ἡ ἀτελεσφόρητος τῶν Ἰουδαίων γονὴ οὐκ ἀνέβλεψεν. καὶ ὁ ἐφεξῆς λόγος ἁρμόζει κατὰ τὸ ἀκόλουθον τῷ προάγοντι. ὃ γὰρ ἐκεῖ κωφὴν ἀσπίδα ὠνόμασεν, τοῦτο νῦν μεταβαλὼν ἀσύνετον ἄκανθαν λέγει· ἐκ γὰρ τοῦ ἀκοῦσαι τὸ συνιέναι γίνεται· ὁ δὲ τὴν ἀκοὴν οὐ δεξάμενος συναποβάλλει πάντως μετὰ τῆς ἀκοῆς καὶ τὴν σύνεσιν. 5.165 ∆ιὰ τοῦτο ὥσπερ ἐκεῖ μὲν γενικώτερον μνημονεύσας τοῦ κατὰ τὸν ὄφιν ὀνόματος ἐπάγει τὸ εἶδος τοῦ θηρίου τὸ ἐν τῷ γένει πικρότατον, τὴν ἀσπίδα λέγων· οὕτω καὶ ἐνταῦθα, οἷον ἐν γένει τινὶ τὸ τῆς ἀκάνθης ὄνομα προεκθέμενος ἐπάγει τὸ χαλεπώτερον ἐν ταῖς ἀκάνθαις εἶδος, τὴν ῥάμνον εἰπών, ἧς ὀξεῖαι μὲν αἱ ἀκμαί, συνεχεῖς δὲ αἱ προβολαί, βλαπτικαὶ δὲ τῶν προσεγγιζόντων καὶ ἰώδεις αἱ ἀμυχαί. πλὴν ἀλλὰ κἂν ἄκανθα ἦτε, φησίν, κἂν ἐν ἀκάνθαις ἡ ῥάμνος, ὡς ἔτι οἴεσθε ζῆν· οὐ γὰρ ἀληθῶς ζῇ ὁ τὴν ἀληθῆ μὴ ἔχων ζωήν. ἡ ὀργὴ καταπίεται ὑμᾶς· καὶ ὥσπερ τῶν ἁμαρτωλῶν ἡ ζωὴ οὐκ ἀληθῶς ἐστιν ὃ λέγεται, ἀλλ' ὀνομάζεται μόνον (τὸ γὰρ τῆς ἀληθινῆς ζωῆς διεζευγμένον, ζωὴ οὐκ ἔστιν)· οὕτως καὶ ἐπὶ τοῦ θεοῦ ἡ ὀργή, κἂν τοῖς ἁμαρτωλοῖς τοῦτο καὶ φαίνηται καὶ παρ' αὐτῶν ὀνομάζηται, οὐδὲν μᾶλλόν ἐστιν ὀργή, ἀλλ' ὡς ὀργὴ τοῖς οὕτω τὴν κατὰ τὸ δίκαιον τοῦ θεοῦ ἀντιδιδομένην ἀμοιβὴν ὀνομάζουσι. τοῦτο οὖν ἐστιν τὸ Ὡσεὶ ζῶντας. καὶ Ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς, οὐκ ἐν ἀληθινῇ ζωῇ ὄντας, οὔτε ἀληθῶς ἐκεῖνος ἐν ὀργῇ θεωρούμε νος. εἶτά φησιν· Εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν, οὐχ ὡς ἐπιχαίρων τοῖς ἀπολλυμένοις, ἀλλ' ὡς ἐκ παραλλήλου τὰ ἑαυτοῦ πρὸς τὰ ἐκείνων ἀντιτιθεὶς τότε μακαρίσει ἑαυτὸν τῆς εὐβουλίας, ὅτι μὴ ἐν ἐκείνοις ἐγένετο, ἐν οἷς ὁρᾷ τῶν ἁμαρτωλῶν τὴν ἐκδίκησιν. τὴν γὰρ τῶν ἰδίων χει ρῶν καθαρότητα τῇ πρὸς τὸ λύθρον τῶν ἁμαρτωλῶν ἀντ εξετάσει μᾶλλον κατόψεται. Τὰς χεῖρας αὐτοῦ, φησίν, νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. οἴδαμεν δὲ ὅτι οὐκ ἄλλου τινὸς χάριν νιπτόμεθα ἢ ἵνα τῷ ὕδατι τὸν ῥύπον 5.166 ἀποκλυσώμεθα· ὁ δὲ τοῦ αἵματος μολυσμὸς οὐκ ἀποκαθαίρει 5.166 τὸν προϋπάρχοντα ῥύπον, ἀλλ' αὐτὸς γίνεται ῥύπος. οὐκοῦν ὥσπερ τὸ λευκὸν χρῶμα τῇ ἀντιπαραθέσει τοῦ αἵματος ἐκδηλότερον γίνεται, οὕτως καὶ ἡ τῶν χειρῶν τοῦ δικαίου καθαρότης διὰ τῆς τοῦ ἐναντίου συγκρίσεως λαμπροτέρα καθίσταται. τὸ γὰρ νῦν ἀπιστούμενον ὅτι τίς ἐστι τοῖς διὰ τῶν τῆς ἀρετῆς πόνων ἑκουσίως κακοπαθήσασι μετουσία τοῦ κρείττονος τότε διὰ τῆς πείρας φανερωθήσεται· ὁ γὰρ ταῦτα βλέπων ἐρεῖ ὅτι ἦν, ὡς ἔοικεν, τῷ δικαίῳ καρπὸς ἀποκείμενος ἐν τῇ δικαίᾳ τοῦ θεοῦ κρίσει. ὁρᾷς οἵας ἐπιβέβη κεν ἀκρωρείας ὁ λόγος; ὅσον ὑπεραίρει τῶν προδιηνυσμένων τοῖς ψαλμοῖς τὸ μέγεθος;

ΚΕΦΑΛΑΙΟΝ Ιςʹ.