1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

57

δύναμις; 26,4a τίνι ἀπήγγειλας ῥήματα; 4b πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ; τουτέστιν· «οὐδὲ ἐγὼ ἐγκαλῶ, ὅτι τοῦ θεοῦ τὸ μέρος ἀνεδέξω· καὶ γὰρ οὕτως ἔδει. οὐ μὴν ἐμὲ καταδικάζειν ἐχρῆν.» καὶ γὰρ ἔστι καὶ τὸν ὑπὲρ τοῦ θεοῦ λόγον εἰπεῖν καὶ τοῦτον μὴ ἀφεῖναι γενέσθαι ἐγκλήμασιν ὑπεύθυνον. 26,5a μὴ γίγαντες μαιωθήσονται 5b ὑποκάτωθεν ὕδατος καὶ γειτόνων αὐτοῦ; 26,6a γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ 6b καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. 26,7a ἐκτείνων βορέαν ἐπ' οὐδενί, 7b κρεμνῶν γῆν ἐπ' οὐδενός, 26,8a δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, 8b καὶ οὐκ ἐρράγη νέφος ὑποκάτωθεν αὐτοῦ. 26,9a ὁ κρατῶν πρόσωπον θρόνου, 9b σκέπων ἐπ' αὐτὸν νέφος αὐτοῦ. 26,10a πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος 10b μέχρι συντελείας φωτὸς μετὰ σκότους. 26,11a στῦλοι οὐρανοῦ ἐπετάσθησαν 11b καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ. 26,12a ἰσχύι ἑαυτοῦ κατέπαυσεν θάλασσαν, 12b ἐπιστήμῃ δὲ ἔστρωσε τὸ κῆτος. 26,13a κλεῖθρά τε οὐρανοῦ δεδοίκεισαν αὐτόν, 13b προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην. 26,14a ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, 14b καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ. 14c σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;

27,1 ΕΤΙ ∆Ε ΠΡΟΣΘΕΙΣ ΙΩΒ ΕΙΠΕΝ ΤΩΙ ΠΡΟΟΙΜΙΩΙ· 27,2a ζῇ κύριος, ὃς οὕτω

με κέκρικεν, 2b καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· 27,3a ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης ἐν ἐμοί, 3b πνεῦμα δὲ θεῖον ἔτι περι146 ὸν ἐν ῥινί μου, 27,4a οὐ μὴ λαλήσῃ, φησίν, τὰ χείλη μου ἄνομα 4b οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. τουτέστιν· «ἐπὶ τῆς αὐτῆς στήσομαι ψήφου. οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς ἐκκροῦσαι, οὐδεὶς ἀπαγαγεῖν τοῦ προκειμένου.» 27,5a μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω. τουτέστιν· «οὐ κατηγορήσω ἐμαυτοῦ οὐδὲ μεταθήσομαι· κἂν μυρία λέγητε, οὐ προήσομαι τὴν ψῆφον.» 27,5b οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου ἀπ' ἐμοῦ, 27,6a δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι. 6b οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι «ὁ ἀδικῶν οὐκ ἔχει παρρησίαν οὐδὲ φθέγξασθαι οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ' ἀφῄρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω, οἱ δὲ ἄδικοι οὐχ οὕτως.» 27,7a οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου, φησίν, ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν 7b καὶ οἱ ἐπ' ἐμὲ ἐπανιστάμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων. «ἀπόλοιντο», φησίν, «οἱ ἐχθροί μου· συκοφαντοῦσι γάρ με.» 27,8a ναὶ μήν· τίς γάρ ἐστιν ἔτι ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; 8b μὴ πεποιθὼς ἐπὶ κύριον, εἰ ἄρα σωθήσεται 27,9a ἢ τὴν δέησιν αὐτοῦ ἀκούσῃ ὁ θεός; 9b ἐπελθούσης δὲ ἀνάγκης 27,10a μὴ ἔχειν τινὰ παρρησίαν ἐναντίον αὐτοῦ 10b ἢ πῶς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ; τίς γάρ, φησίν, ἐστὶν ἔτι ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; «καθάπερ ἐγώ», φησίν, «προσδοκῶ σῴζεσθαι καὶ διαφεύξεσθαι τὸν κίνδυνον τοῦτον. ἐγὼ λέγω», φησίν. 27,11a ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ κυρί147 ου· 11b ἅ ἐστι παρὰ τῷ παντοκράτορι, οὐ ψεύσομαι. τουτέστιν· "τί πράττει, τί οἰκονομεῖ ἀεί, τί ἔργον αὐτῷ". 27,12a ἰδοὺ δὴ πάντες ὑμεῖς ἑωράκατε, 12b διότι κενὰ κενοῖς ἐπιβάλλετε. 27,13a αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου, 13b ὀργὴ δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ' αὐτούς. «τοῦτο ἔργον αὐτῷ», φησίν, «τοὺς ἀσεβεῖς ἀπολλύναι· οἶδα γὰρ τοῦτο κἀγώ.» διὰ τοῦτο γὰρ πανταχοῦ τοῦτο τίθησιν, ὅτι τοὺς πονηροὺς κολάζει, ἵνα μὴ νομίζωσιν, ὅτι ἀδικίαν τινὰ καταγινώσκει τοῦ θεοῦ. 27,14a ἐὰν πολλοὶ γένωνται, φησίν, οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· 14b ἐὰν δὲ καὶ ἀνδρυνθῶσιν, προσαιτήσουσιν, 27,15a οἱ δὲ περιόντες αὐτῶν κακῷ θανάτῳ τελευτήσουσιν, 15b καὶ χήρας αὐτῶν οὐθεὶς ἐλεήσει. 27,16a ἐὰν δὲ συναγάγῃ ὥσπερ γῆν ἀργύριον, 16b ἴσα δὲ πηλῷ χρυσίον ἑτοιμάσῃ, 27,17a ταῦτα πάντα δίκαιοι περιποιήσονται, 17b τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. 27,18 ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη ὁ πλοῦτος αὐτοῦ. 27,19a πλούσιος