1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

57

παρεστήκασι νήφοντες! Τίνα καλέσω δοῦλον; τὸν νήφοντα, ἢ τὸν μεθύοντα; τὸν δοῦλον ἀνθρώπου, ἢ τὸν αἰχμάλωτον πάθους; Ἐκεῖνος τὴν δουλείαν ἔξωθεν ἔχει, οὗτος τὴν αἰχμαλωσίαν ἔνδοθεν περιφέρει. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, ἵνα ἔχητε γνώμην διακονοῦσαν τῶν πραγμάτων τῇ φύσει, καὶ μὴ ἀπάγησθε τῇ τῶν πολλῶν ἀπάτῃ, ἀλλ' εἰδῆτε, τί δοῦλος, τί πένης, τί δυσγενὴς, τί μακάριος, τί πάθος. Ἐὰν γὰρ μάθητε ταῦτα διακρίνειν, οὐδένα ὑποστήσεσθε θόρυβον. Ἀλλ' ἵνα μὴ τὸ πάρεργον τοῦ λόγου πλέον γενόμενον ἀπάγῃ τὸν λόγον, ἐχώμεθα τῆς ὑποθέσεως. Οὗτος τοίνυν ὁ πλούσιος, λοιπὸν δὲ πένης· μᾶλλον γὰρ ἡνίκα ἐπλούτει, πένης ἦν. Τί γὰρ ὄφελος ἀνθρώπῳ ἀλλότρια ἔχοντι, καὶ τὰ ἑαυτοῦ οὐκ ἔχοντι; Τί ὄφελος ἀνθρώπῳ χρήματα κεκτημένῳ, ἀρετὴν δὲ μὴ κεκτημένῳ; Τί λαμβάνεις τὰ τῶν ἄλλων, καὶ τὰ σὰ ἀπολλύεις; Ἔχω, φησὶ, χώραν εὔφορον. Καὶ τί τοῦτο; ἀλλὰ ψυχὴν οὐκ ἔχεις εὔφορον. Ἔχω ἀνδράποδα. Ἀλλ' ἀρετὴν οὐκ ἔχεις. Ἔχω ἱμάτια. Ἀλλ'εὐλάβειαν οὐ κέκτησαι. Τὰ μὲν ἄλλου ἔχεις, τὰ δὲ σὰ οὐκ ἔχεις. Ἐάν τίς σοι δώσῃ παρακαταθήκην, μὴ δύναμαί σε καλέσαι πλούσιον; Οὐχί. ∆ιὰ τί; Ἀλλότρια γὰρ κέκτησαι. Τοῦτο γὰρ παρακαταθήκη ἐστίν· εἴθε γὰρ παρακαταθήκη μόνον ἦν, καὶ μὴ προσθήκη σοι τιμωρίας ἐγίνετο. Ἰδὼν οὖν ὁ πλούσιος τὸν Λάζαρον, λέγει· Πάτερ Ἀβραὰμ, ἐλέησόν με. Πένητος ῥήματα, προσαίτου, πτωχοῦ. Πάτερ Ἀβραὰμ, ἐλέησόν με. Τί θέλεις; Πέμψον Λάζαρον. Ὃν μυριάκις παρέδραμες, ὃν οὐδὲ ἰδεῖν ἠθέλησας, τοῦτον νῦν αἰτεῖς πεμφθῆναί σοι εἰς σωτηρίαν; Πέμψον Λάζαρον. Καὶ ποῦ νῦν οἱ οἰνοχόοι σου; ποῦ οἱ τάπητες; ποῦ οἱ παράσιτοι; ποῦ οἱ κόλακες; ποῦ ὁ τῦφος; ποῦ ἡ ἀπόνοια; ποῦ τὸ χρυσίον τὸ κατορωρυγμένον; ποῦ τὰ ἱμάτια τὰ σητόβρωτα; ποῦ ὁ ἄργυρος ὁ τιμώμενος παρὰ σοῦ; ποῦ ἡ φαντασία καὶ ἡ ἀπόλαυσις; Φύλλα ἦν· χειμὼν κατέλαβε, καὶ πάντα ἐξηράνθη· ὄναρ ἦν· ὡς δὲ ἡμέρα ἐγένετο, ἀπῆλθε τὸ ὄναρ· σκιὰ ἦν· ἦλθεν ἡ ἀλήθεια, καὶ παρέδραμεν ἡ σκιά. Πέμψον Λάζαρον. Καὶ διὰ τί οὐδένα βλέπει δίκαιον ἄλλον; οὐ τὸν Νῶε, οὐ τὸν Ἰακὼβ, οὐ τὸν Λὼτ, οὐ τὸν Ἰσαὰκ,ἀλλὰ τὸν Ἀβραάμ; ∆ιὰ τί; Ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραὰμ, καὶ τοὺς ὁδοιποροῦντας εἰς τὴν σκηνὴν εἷλκε. Τῆς τοίνυν ἀπανθρωπίας τούτου ἡ ἐκείνου φιλοξενία μείζων γίνεται κατήγορος. Πέμψον Λάζαρον. Ἀκούοντες φοβηθῶμεν, ἀγαπητοὶ, μὴ καὶ ἡμεῖς ἴδωμεν πένητας, καὶ παραδράμωμεν, μὴ ἀντὶ Λαζάρου πολλοὶ ἡμῖν τότε γένωνται κατήγοροι. Πέμψον Λάζαρον, ἵνα τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατι βάψας, ἐπιστάξῃ μου τῇ γλώττῃ, ὅτι ἀποτηγανίζομαι. Ὧ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Οὐ μετέδωκας ψιχίων; οὐ μεταλαμβάνεις σταγόνος. Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ ἐπιστάξῃ μου τῇ γλώττῃ, ὅτι ἀποτηγανίζομαι. Καὶ τί πρὸς αὐτὸν ὁ Ἀβραάμ; Τέκνον, ἀπέλαβες τὰ ἀγα48.1040 θά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακὰ αὐτοῦ· καὶ νῦν οὗτος ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Πάλιν ἐνταῦθα οὐκ εἶπεν, Ἔλαβες, ἀλλὰ, Ἀπέλαβες. Πολλὴν διαφορὰν ἔχει ἡ προσθήκη τοῦ συνδέσμου. Ὅπερ γὰρ πολλάκις εἶπον ὑμῶν τῇ ἀγάπῃ, καὶ περὶ τὰς συλλαβὰς ὀφείλομεν εἶναι ἐρευνηταί· Ἐρευνᾶτε γὰρ, φησὶ, τὰς Γραφάς· ἰῶτα γὰρ ἓν, ἢ μία κεραία πολλάκις νόημα ἐγείρει. Ἵνα δὲ μάθῃς ὅτι καὶ προσθήκη ἑνὸς στοιχείου ποιεῖ νόημα, οὗτος ὁ πατριάρχης Ἀβραὰμ Ἁβρὰμ ἐλέγετο πρότερον. Καὶ λέγει αὐτῷ ὁ Θεός. Οὐκ ἔσται τὸ ὄνομά σου Ἁβρὰμ, ἀλλ' Ἀβραάμ. Ἄλφα προσέθηκε, καὶ πατέρα αὐτὸν πολλῶν ἐθνῶν ἐποίησεν. Ἰδοὺ τοίνυν ἑνὸς στοιχείου προσθήκη πολλὴν εὐγένειαν ἔδειξε. Μὴ παράτρεχε οὖν ἁπλῶς τὰ τοιαῦτα. Οὐ γὰρ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου, ἀλλὰ, Ἀπέλαβες· ὁ δὲ ἀπολαμβάνων, τὰ κεχρεωστημένα ἀπολαμβάνει. Πρόσεχε ὃ λέγω· ἄλλο γὰρ τὸ λαβεῖν, καὶ ἄλλο τὸ ἀπολαβεῖν· ἀπολαμβάνει γάρ τις ἅπερ εἶχε, λαμβάνει δὲ πολλάκις ἅπερ οὐκ ἐκέκτητο. Ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ. Ἰδοὺ καὶ ὁ πλούσιος τὰ ἀγαθὰ αὐτοῦ ἀπέλαβε, καὶ ὁ Λάζαρος τὰ κακὰ αὐτοῦ. Ταῦτα δέ μοι πάντα εἴρηται διὰ τοὺς ἐνταῦθα κολαζομένους, καὶ μὴ ἐκεῖ, διὰ τοὺς ἐνταῦθα τρυφῶντας, καὶ ἐκεῖ κολαζομένους.