1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

57

ὡς ἂν εἶπεν· ἐπλήσθη καπνοῦ ἐκ τοῦ θυμοῦ τοῦ Θεοῦ, αὐτὸ γὰρ δύναμις καὶ αὐτὸ δόξα ὁ Θεός, καὶ τίς ἐνέγκοι τὸν θυμὸν αὐτοῦ; καὶ οὐδείς φησιν ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι πληρωθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων· τίς γὰρ ἐπιβήσεται τοῦ θυμοῦ τοῦ Θεοῦ, ἢ ἐν αὐτῷ γενόμενος ζήσεται; εἰ γὰρ οὐδεὶς ἔστη ἐν ὑποστήματι Κυρίου, κατὰ τὸ γεγραμμένον, σχολή γ' ἂν ὑπενέγκοι τὴν ὀργὴν τοῦ Θεοῦ. καὶ ἤκουσά φησιν πρόσταγμα ἐξελθόντος, ἵνα τὰς ἑπτὰ φιάλας τῆς θείας ὀργῆς ἐκχέωσιν ἐπὶ τῆς γῆς. καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ. καὶ ὁ δεύτερος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς 174 νεκροῦ, καὶ ἅπασα ψυχὴ ζῶσα ἀπέθανε. καὶ ὁ τρίτος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένοντο αἷμα. καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας, ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεον, καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοι γάρ εἰσι. καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος· ναὶ, Κύριε, ὁ Θεὸς, ὁ παντοκρά τωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου. ταῦτα δισσῶς ἄν τις νοήσειεν, ἢ αἰσθητῶς συμβησόμενα ἐν τῷ καιρῷ τῆς συντελείας ἢ ἀλληγορικῶς. ἐπειδὴ γὰρ τὰ σημεῖα τοῦ τέλους ὁ Κύριος προσαγορεύων τοῖς ἑαυτοῦ μαθηταῖς πολλὰ τὸ τηνικάδε παρέστησε τὰ συμβησόμενα κακά, λέγων μελλήσετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. καὶ ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· ταῦτα δὲ πάντα ἀρχὴ ὠδίνων, καὶ μετ' ὀλίγα, ἔσται γὰρ τότε θλίψις μεγάλῃ οἷα οὐ γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ' οὐ μὴ γένηται, εἰς ἐκεῖνα ἂν ἑρμηνευθείη τὰ νῦν λεγόμενα συμβεβηκέναι, ἑκάστης τῶν ἑπτὰ φιαλῶν ἐκχεομένης, τοῦ μὲν ἕλκους τοῦ γενομένου ἐκ τῆς πρώτης φιάλης τὰς θλίψεις καὶ τὰς ἀλγηδόνας αἰνιττομένου, αἳ ὑποσμύχουσι τὰς ψυχὰς τῶν τότε ἀνθρώπων διὰ τὰς τῶν πολέμων ἀκοάς· τὸ δὲ αἷμα τὸ τῶν ποταμῶν καὶ τῶν ὑδάτων τοὺς ἐν ταῖς πεζομαχίαις φόνους τῶν παρὰ τὰ ὕδατα στρατοπεδευομένων 175 ὡς εἰκὸς παραδηλοῦσι. καὶ ἤκουσά φησι τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος. παντοδύναμος μὲν ὁ Θεὸς καὶ προνοῶν τῶν αὐτοῦ κτισμάτων καὶ ἐξαρκῶν πρὸς τὴν ἁπάντων εὐεργεσίαν, ὡς μὴ δεῖσθαι πρὸς τοῦτο τοῦ συνεργοῦντός τινος· οὗ γὰρ τὸ θελῆσαι μόνον ἔργον ἐστὶ συντετελεσμένον καὶ οὗ τῇ ὁρμῇ τοῦ βουλήματος οὐσιώθη τὰ πάντα, πῶς ἂν δεηθείη τοῦ συμπράττοντος καὶ πρὸς τὰς εὐεργεσίας συλληψομένου; ἀλλ' ἐπειδὴ ἀγαθὸς ὢν βούλεται καὶ τοὺς ἁγίους ἀγγέλους εὐεργετεῖσθαι διὰ τῆς πρὸς τοὺς δεομένους ἐπικουρίας, ὁ γὰρ ἑτέρῳ χρήζοντι βοηθῶν οὐ τοσοῦτον ἐκεῖνον ὅσον ἑαυτὸν ὠφελεῖ, οὐδεὶς δὲ ἦν ἐν ταῖς ἀγγελικαῖς δυνάμεσιν ἐνδεὴς καὶ χρήζων ἐπικουρίας τῆς ἐξ ἑτέρου τινός, ἔταξεν ὁ Θεὸς τοὺς ἐπὶ γῆς τοῦ παντὸς ἐνδεεῖς ἀγαθοῦ ὑπὸ τῶν ἁγίων ἀγγέλων προνοεῖσθαι. τοιγαροῦν ἐν τοῖς ἔμπροσθεν ἔγνωμεν τῶν ἐκκλησιῶν προστατοῦντας ἀγγέλους, καὶ ὁ σοφώτατος δὲ γέγραφε ∆ανιὴλ τὸν ἐν ἀγγέλοις ἄρχοντα Μιχαὴλ τοῦ Ἰουδαίων προνοεῖν φύλου. καὶ νῦν ἡ ἀποκάλυψις ἄγγελον ἡμῖν διηγεῖται ἐπὶ τῶν ὑδάτων τεταγμένον. τῆς γὰρ ἐπιγείου κτίσεως ἐκ τῶν τεσσάρων στοιχείων συμπεπηγμένης ἀέρος, πυρός, γῆς τε καὶ ὕδατοςτὰ γὰρ οὐράνια τινὲς ἐβουλήθησαν πέμπτῳ τινὶ σώματι κατασκευάσθαι ὅπερ αἰθέριόν τε εἶναί φασι καὶ κυκλοφορικόν τὰ μὲν τρία τῶν στοιχείων, πῦρ καὶ γῆ καὶ ἀήρ, κέχυται πλουσίως πρὸς χρῆσιν ἀναπνοῆς καὶ ἑτέρων κοινωφελῶν. τοῦ δέ γε πυρὸς εἰ καὶ τὸ στοιχεῖον ἅπαν τὸν αἰθέρα φασί, πλὴν δαψιλές ἐστι καὶ αὔταρκες ἐπὶ τῆς γῆς, ἐν ταῖς λαγόσιν αὐτῆς καὶ λίθοις ἐμφωλεῦον· ἤδη δέ τινες καὶ ἐξ ὑδάτων ἐν σκεύεσιν ὑάλου στεγομένων ἕλκουσι πῦρ, ὅταν 176 πρὸς ἥλιον ἀνίσχοντα ἀντιπρόσωποι γέγωνται. ἡ δὲ γῆ κοινὴ πᾶσιν μητὴρ καὶ τάφος καὶ ἕδος ἀσφαλὲς πρόκειται. μόνου δὲ τοῦ ὕδατος οὐ πᾶσιν ἀφθονία πάρεστι τοῦ ποτίμου τοῦ τε ἐν πηγαῖς καὶ κρήναις καὶ